# P.Oxy. 48 3397r

Documentary Papyri, P.Oxy. 48, P.Oxy. 48 3397 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-48/3397r
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-48/3397r

κυρίῳ μου ἀδελφῷ Δωροθέῳ Παπνοῦτις. πολλάκις σοι ἔγραψα περὶ τοῦ ἀναλώματος τῶν ἐργατῶν καὶ οὐδέν μοι ἀπέστειλας· μὰ τὸν γὰρ Θεὸν καθʼ ἑκάστην ποιῶ μεγάλην ἀηδίαν μετὰ τῶν ἀπαιτητῶν τούτου χάριν. σπούδασον ἐν τῇ σήμερον ἀπόστειλον τὸ ἀνάλωμα τῶν αὐτῶν ἐργατῶν· οἶδας καὶ σὺ τί ἐστιν προσδοχή. ἐὰν γνῷς ὅτι οἱ κώμαρχοι οὐκ ἠθέλησαν δοῦναι αὐτά, ἀπόστειλόν μοι τοὺς κωμάρχας καὶ ποιῶ αὐτοὺς πάντα πληρῶσαι ἐπὶ τῆς πόλεως. καὶ σπούδασον τὰ ἀργύρια Φήλικι ἀποστεῖλαι ἐν τῇ σήμερον· ἐν τούτῳ γὰρ οὐ βλάπτῃ. μὴ ἀφῇς ἡμᾶς ἐν περιστάσει τούτου χάριν. καὶ περὶ τῶν ἀναλωμάτων ἃ δέδωκα ὑπὲρ τῶν κωμαρχῶν, σπούδασον ἀπὸ τῆς ἀπαιτήσεως αἴρειν και ἀποστεῖλαι ἢ τοὺς κωμάρχας ἀπόστειλον ἐπὶ τὴν πόλιν οἶδες καὶ σὺ τὰ κακὰ τῆς πόλεως καὶ τὰ ἀναλώματα. καὶ κατάκλειστός εἰμι ἕνεκεν τοῦ χρυσίου τῆς ἀρουρατίωνος καὶ ἕως σήμερον οὐδὲν ἀπέστειλας. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.

---

Documentary Papyri, P.Oxy. 48. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;48.
