# P.Oxy. 49 3482.1-24

Documentary Papyri, P.Oxy. 49, 3482.1 to 3482.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-49/3482.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-49/3482.1

βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς καὶ Τρυφαίνης θεῶν Φιλοπατόρων Φιλαδέλφων, ἔτους ἐνάτου, τὰ δʼ ἄλλα τῶν κοινῶν ὡς ἐν Ἀλεξανδρείαι γράφεται, μηνὸς Δίου καὶ Θωὺθ κθ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Θέων Ἀντιόχου Μακεδὼν τῶν ἐκ τῆς δεκάτης ἱππαρχίας κατοίκων ἱππέων Διονυσίωι Ἀπολλωνίου Μακεδόνι τῶν ἐκ τῆς αὐτῆς ἱππαρχίας οἱ δύο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης παρακεχωρηκέναι αὐτῶι ἀκολούθως τοῖς διὰ τῶν τὰ ἱππικὰ χειριζόντων ᾠκονομημένοις ἀφʼ οὗ ὁ Θέων δέδωκεν ὑπομνήματος Εὐδαίμονι τῶι πρὸς καταλοχισμοῖς ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους ἡμίσους τετάρτου κλήρου ἀδιαιρέτου ἀρουρῶν λη πρότερον Ἀλεξάνδρου περὶ Σενέπτα οὗ τὸ ἄλλο τέταρτον μέρος ἐστὶν αὐτοῦ τοῦ Διονυσίου ἀρούρας ἐννέα ἥμισυ ἵνʼ ὑπάρχωσιν τῶι Διονυσίωι καὶ ἐκγόνοις πρὸς τῶι ἑαυτοῦ τετάρτωι μέρει εἰς συμπλήρωσιν τοῦ ἡμίσους τοῦ ὅλου κλήρου κυρίως τὸν πάντα χρόνον σὺν τοῖς ἄλλοις τιμίοις καὶ φιλανθρώποις ἀκολούθως τοῖς προστεταγμένοις καὶ ἐπεσταλμένοις ἀνθʼ ὧν ὑπείληφεν τὸν Θέωνα καὶ εὐχρήστηκεν αὐτῶι ἐν πλείοσιν τῶν κατὰ τὸν βίον καὶ τὴν τῶν τοῦ κλήρου αὐτοῦ βασιλικῶν διόρθωσιν ἐφʼ ᾧ παρέξεται τῶι Διονυσίωι τὴν γῆν καθαρὰν ἀπὸ βασιλικῶν πάντων τῶν ἔμπροσθεν χρόνων καὶ μὴ ἐμποιήσεσθαι Θέωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ὧν παρακεχώρηκεν καθότι πρόκειται μηδὲ μέρους μηδὲ κακοτεχνήσειν περὶ τὴν παραχώρησιν παρευρέσει μηδεμιᾶι· ἐὰν δέ τι τούτων ἀθετῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ, καθʼ ὃ ἂν εἶδος ἀθετῇ, ἐπίτιμον ἀργυρίου δραχμὰς φ καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω ὡς πρόκειται. ὁμολογοῦσι δὲ Θέων καὶ Διονύσιος διῃρῆσθαι τὸν κλῆρον ἐπὶ τοῖσδε ὥστʼ ἔχειν Διονυσιον … τῆς μὲν λεγομένης τῶν δεκαὲξ ἀρουρῶν σφραγῖδος ἥ ἐστιν ἐκ τοῦ … κλήρου … τῆς καλουμένης Κώιων γῆς λιβὸς δὲ τοῦ παραδείσου τὸ πρὸς λίβα μέρος ἥμισυ διατεῖνον βορρᾶ ἐπὶ νότον ἐφʼ ὅσον ἂν ᾖ ἡ σφραγίς· ὁμοίως δὲ καὶ τῆς ἀπὸ νότου τοῦ αὐτοῦ παραδείσου σφραγῖδος ἔχειν τὸν Θέωνα τὸ πρὸς ἀπηλιώτην μέρος ἥμισυ διατεῖνον βορρᾶ ἐπὶ νότον ἐπὶ τὸ πέρας τῆς σφραγῖδος … σφραγίδων· ἔχειν δʼ ὁμοίως τὸν Διονύσιον καὶ τὴν ἐκ τοῦ Καλλίπου κλήρου σφραγῖδα ἀρουρῶν … καὶ Θέωνα τὴν πρὸς τῶι ἄνω γύηι ἑτέραν σφραγῖδα ἀρουρῶν ἐννέα · τῆς δὲ σφραγῖδος … ἔχειν τὸν Διονύσιον τὸ πρὸς λίβα μέρος ἥμισυ, Θέωνα δὲ τὸ πρὸς ἀπηλιώτην ἄλλο μέρος ἥμισυ, καὶ μηδʼ ἑτέρωι αὐτῶν μηδὲ τοῖς παρʼ αὐτῶν ἐξεῖναι παραβαίνειν τι τούτων

---

Documentary Papyri, P.Oxy. 49. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;49.
