# P.Oxy. 49 3491.Fr1.1-14

Documentary Papyri, P.Oxy. 49, 3491.Fr1.1 to 3491.Fr1.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-49/3491.Fr1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-49/3491.Fr1.1

ἐξέδοντο Ἡρακλείδης Σεῶτος τοῦ Ἡρακλείδου μητρὸς Ταοννώφριος καὶ ἡ γυνὴ Διονυσία Ἁρποκρατίωνος τοῦ Ἡρακλείδου μητρὸς Μασσαλείνης ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, ἡ Διονυσία μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρακλείδου, τὴν ἀμφοτέρων θυγατέρα Χαιρημονίδα Διονυσαπολλοδώρου Διονυσίου τοῦ καὶ Χρησίμου Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως μητρὸς … Ἀπολλωνίου τοῦ Ἱέρακος ἀστῆς ᾧ προσύνεστιν κατὰ χειρόγραφον συνγραφὴν γεγονυῖαν τῷ ιβ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἣν ἀνέδοσαν ἀλλήλοις εἰς ἀκύρωσιν ἀρκούμενοι τῇδε τῇ διὰ δημοσίου συνγραφῇ ἐν ἀγυιᾷ … γυναῖκα γαμετήν, ἐφʼ ᾗ ἔσχηκεν ὁ γαμῶν ἅμα τῇ συνελεύσει παρὰ μὲν τοῦ πατρὸς Ἡρακλείδου ἐν φερνῇ ἀργυρίου τάλαντον α καὶ χειροψέλλιον καὶ …φ… ἀμφότερα χρυσοῦ σταθμῷ Ὀξυρυγχίτῃ μναιαίων β ἐν συντιμήσει δραχμῶν χ καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τ, γείνονται ἐπὶ τὸ αὐτὸ τῆς φερνῆς τάλαντον α καὶ δραχμαὶ ϡ κεφαλαίου, αἷς οὐδὲν προσῆκται, παρὰ δὲ τῆς μητρὸς Διονυσίας ἐν παραφέρνοις ἐνωτίων χρυσῶν ζεῦγος τετάρτης α , καὶ πάλλιον χρωμάτινον, κασσιτέρου ἐνεργοῦ ὁλκῆς μνᾶς ιε, ζῴδιον Ἀφροδίτης, στάμνον, κάτοπτρον δίπτυχον κασιωτικόν, διφρ… μυροθήκην ξυλίνην …μ δίφρους γυναικείους …αρτ δὲ τὰ γενόμενα τοῖς γαμοῦσιν ἐξ ἀλλήλων τέκνα Ἀθην… … καὶ Διον καὶ … καὶ Η… οἱ δʼ αὐτοὶ τῆς γαμουμένης γονεῖς Ἡρακλείδης καὶ Διονυσία … προσμερίζουσι μετὰ τὴν ἑαυτῶν τελευτὴν τῇ θυγατρὶ Χαιρημονίδι, ἐὰν ζῇ, εἰ δὲ μὴ, τοῖς οὖσι καὶ ἐπεσομένοις αὐτῇ ἐκ τοῦ γαμοῦντος τέκνοις, ὁ μὲν πατὴρ Ἡρακλείδης τὰς ὑπαρχούσας αὐτῷ περὶ μὲν Σενεψαὺ ἐκ τοῦ Διονυσοδώρου … Νετρὼ ἐκ τοῦ Φίλωνος κλήρου ἄρουραν α 𐅵, καὶ ἐκ τοῦ Βακχυλ καὶ Καράβου ἀρούρης 𐅵 δ η, ἡ δὲ μήτηρ Διονυσία τὴν ὑπάρχουσαν αὐτῇ ἐν κ… … ἕξει δὲ ὁ γαμῶν ἐφʼ ὅσον σύνεστιν τῇ γαμουμένῃ, ὡς καὶ προέσχε, εἰς τὴν κοινὴν βιοτείαν καὶ ἀπὸ τοῦ ἐνεστῶτος κα ἔτους τὴν κ… … τῇ γαμουμένῃ ὑπὸ τοῦ πατρὸς ἀρουρῶν ε η, καὶ τὴν ἐνοίκησιν καὶ ἐνοίκια τῆς μερισθείσης αὐτῇ ὑπὸ τῆς μητρὸς οἰκίας καὶ αἰθρίου καὶ τοὺς προς… αὐτ τόκους τοὺς ἐν ἀργυρίου δραχμαῖς …, οὐκ ἐξόντος τοῖς γαμοῦσιν οὐδὲ ἃ ἐμέρισαν ὡς πρόκειται ὑποτίθεσθαι οὐδʼ ἑτέροις μερίζειν οὐδʼ ἄλλως καταχρηματίζειν οὐδὲ ἀφαιρεῖσθαι τὴν καρπείαν καὶ ἐνοίκησιν καὶ ἐνοίκια.

---

Documentary Papyri, P.Oxy. 49. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;49.
