# P.Oxy. 49 3507

Documentary Papyri, P.Oxy. 49, P.Oxy. 49 3507. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-49/3507
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-49/3507

χαῖρε, κύριέ μου ἄδελφε Σαραπόδωρε, Ἀπολλώνιός σε προσαγορεύω. ἐπιστολὴν Ἀνδρομάχου ἔπεμψά σοι ὅπως ἀναδῷς καὶ τὴν ἀντιγραφὴν ἐν τάχει ἡμῖν πέμψῃς. ἡ δὲ ἀξίωσις αὐτοῦ περὶ τοῦ τηρηθῆναι αὐτῷ το ψήφισμα τῆς ἀναδοχῆς τῆς γυμνασιαρχίας, καὶ εἰ μὲν οἷόν τε ἐστίν, ἃς ἐκ περισσοῦ ἡμέρας ἠναγκάσθη ποιῆσαι πέρυσι, παραδεχθῆναι αὐτῶ εἰς τὰς ἐπετείους μὴ ὀκνήσῃς. εἰ δὲ μή γε, καὶ ἂν ἀπὸ τοῦ νῦν τηρηθῆναι τὸ ψήφισμα. τοῦτο γὰρ καὶ δικαιότατον. ὁ Ἀχιλλεὺς περὶ τοῦ οἴνου οὐδὲν οὔτε ἐνήργησεν οὔτε ἀπῄτησεν. ἐδόκει δὲ χαράσσεσθαι ἐπὶ τούτῳ. ἡ τιμὴ τοῦ οἴνου ἐνταῦθα πάνυ ἐν καθυφέσει ἐστιν. μέχρι γὰρ δραχμῶν Α καὶ ϡ τυγχάνει, ὥστε, εἰ δύνατόν σοί ἐστιν Ἀλέξανδρον τὸν Ἀκωρείτην ἀξιῶσαι ὅπως διὰ πλοίου αὐτοῦ …ήσῃ μοι ἐνεχθῆναι καὶ ἂν ὅσον ἐὰν εὕρῃς εἰς ἃ γράφεις, ποίησον. οἱ μέντοι Ἀντινοϊτικοὶ ἐκδοχεῖς ἐπετάξαντό μοι ὅτι, ἢ συνωνούμεθα τὰ σὰ τῆς αὐτῆς τιμῆς ἢ ἀποφέρομεν τῷ ἀδελφῷ σου αὐτά. τοὺς τάπητας ἐξέδωκα. ὁ γὰρ σημειογράφος οὐκ ἔδωκέν μοι τάπητα. ὑπέσχετο μέντοι δώσειν μοι δραχμὰς θ… καινοῦ. εἰδέναι μέντοι ὀφείλεις ὅτι προσελθεῖν σε δεῖ ἕνεκεν τῆς ἐκκλήτου πρὸ τῆς προθεσμίας κατὰ τὸ διάταγμα. ἔστιν τῆς οὐσιακῆς ἐπιτροπῆς ὀφφικιάλιος ἐνθάδε ζητῶν πρόστιμον ἐκκλήτων, ὃς καὶ ἡμῖν ἕνεκεν τῆς τότε πρὸς τὸν οὐσιακὸν περὶ χειρογραφ ταλάντων ϛ καὶ μέχρι νῦν πρὸς αὐτὸν οὐδέπω οὐδὲν ἐπράξαμεν, ἐὰν δέ τι καινότερον πραχθῇ, δηλωθήσεταί σοι. ἀσπάζεταί σε τὰ τεκνία ἡμῶν καὶ ἡ μήτηρ αὐτῶν καὶ οἱ ἡμῶν πάντες. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Σαραποδώρωι ἐξηγητῇ παρὰ Ἀπολλωνίου.

---

Documentary Papyri, P.Oxy. 49. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;49.
