# P.Oxy. 49 3508

Documentary Papyri, P.Oxy. 49, P.Oxy. 49 3508. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-49/3508
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-49/3508

Τιβερίωι Κλαυδίωι Ἡρώδηι στρατηγῷ Ὀξυρυγχίτου Διογένης Διογένους τοῦ Σαραπίωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐξ ἐπιστολῆς Ἰουλίου Λυσιμάχου τοῦ πρὸς τῷ ἰδίωι λόγωι καθεσταμένος χωματεπιμελητὴς δημοσίων χωμάτων μέσης τοπαρχίας ἀντὶ Θεογένους τοῦ Θεογένους ἀπολελυμένου ὑπὸ τοῦ αὐτοῦ Ἰουλίου Λυσιμάχου, ὀμνύω τὴν τοῦ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τύχην καὶ τοὺς πατρῴους θεοὺς προστήσεσθαι τῆς τῶν χωμάτων ἐπιμελείας καὶ μετὰ πάσης φροντίδος τοὺς εἰς ταῦτα πρὸς τὴν ἀπεργασίαν διατεταγμένους ἢ καὶ διαταγησομένους ἄνδρας ποιήσειν ἀπεργάσασθαι ἕκαστον τὰ αἱροῦντα αὐτῶι ναύβια τῷ καθήκοντι ξύλωι, πόρρω τῶν χωμάτων τὴν ἀναβολὴν ποιουμένους πρὸ πηχῶν δέκα ὀκτὼ πρὸς τὸ τὰ χώματα ἀπεργασθῆναι καὶ στεγνωθῆναι ὡς καθήκει, ὡσαύτως δὲ καὶ τῆς ὑδροφυλακίας τὴν προσήκουσαν ἐπιμέλειαν ποιήσασθαι καὶ τοὺς διαταγησομένους ἄνδρας ἐπαναγκάσειν τὰ καθήκοντα τῆς ὑδροφυλακίας ἔργα ἐπιτελέσαι π…τω…ε…ωνε…ων …τα… ἕκαστον χῶμα …ω…αδ…ο… …η…σαρε… …ουσ…ελω… τῆς χωματεπιμελητείας … …εσ…ω…α…σης μου τῆς διοικήσεως καὶ τοῦ ἰδίου λόγου, ἐπιτελῶν ἅπαντα τὰ τῆς χωματεπιμελητείας ὃν τρόπον καθήκει, τῶν ὑπαρχόντων μοι, ὧν τὸ καθʼ ἓν ὑπόκειται παρακειμένης τῆς κατʼ εἰκασίαν συντιμήσεως, ὑπενγύων ὄντων καὶ ὧν ἐὰν ἐπικτήσωμαι, εἶναι δὲ τὸ καθʼ ἓν τῶν εἰς τὴν ἐνεστῶσαν ἡμέραν ὑπαρχόντων μοι· περὶ κώμην Σενεκελεὺ ἐκ τοῦ Σώσου καὶ Ἀγάθωνος κλήρου σιτικῶν ἀρουρῶν ιε· ταλάντου α, καὶ ἐκ Καπιστοτέλους καὶ Διοφάντου ἀπὸ ἐκπροθέσμου συγγραφῆς ἀρουρῶν η· δραχμῶν Βφ, καὶ ἔχω τάλαντα β δραχμὰς Γ ἐφʼ ὑπάρχουσι Σαραπίωνος καὶ Πτολεμαίου ἀμφοτέρων Σαραπίωνος ἀφηλίκων πρότερον τοῦ πατρὸς αὐτῶν καὶ Θέωνος ἀδελφοῦ αὐτοῦ· γίνεται ἐπὶ τὸ αὐτὸ ἀργυρίου τάλαντα γ καὶ δραχμαὶ Εφ. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία. ἔτους β Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαρμοῦθι κα Σεβαστῇ.

---

Documentary Papyri, P.Oxy. 49. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;49.
