# P.Oxy. 50 3589

Documentary Papyri, P.Oxy. 50, P.Oxy. 50 3589. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-50/3589
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-50/3589

ἐμίσθωσεν Ἀπολλώνιος Ἀπολλωνίου τοῦ Διογένους ἀπὸ Ὀξυρύγχων πόλεως Θοτεῖ Ζωΐλου τοῦ Θοτέως ἀπὸ τοῦ πρότερον Σαραπίωνος Χαιρήμονος ἐποικίου περὶ Σενεψαοὺ εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος δωδεκάτου ἔτους ἃς ἔχει περὶ Κερκεθῶνιν ἀρούρας ὀκτώ , ὥστε τῷ πρώτῳ καὶ τρίτῳ ἔτεσι κατʼ ἔτος ξυλαμῆσαι χλωροῖς ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν εἴκοσι τεσσάρων , τῷ δὲ δευτέρῳ καὶ ἐσχάτῳ ἔτεσι κατʼ ἔτος σπεῖραι πυρῷ ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν ὀγδοήκοντα καὶ ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος ἐκτάκτων σπονδῆς δραχμῶν ὀκτώ , ἀκίνδυνα πάντα παντὸς κινδύνου τῆς κατʼ ἔτος τῶν χωμάτων ἀπεργασίας καὶ ὑδροφυλακίας οὔσης πρὸς τὸν μεμισθωμένον Θοτέα. ἐὰν δέ τις ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα. ὁμολογεῖ δὲ ὁ μεμισθωμένος ἔχειν παρὰ τοῦ μεμισθωκότος προχρήσεως δραχμὰς ἑκατόν , ἃς καὶ ἀποδώσειν αὐτῷ μηνὶ Φαμενὼθ τοῦ εἰσιόντος δωδεκάτου ἔτους ἀκινδύνους παντὸς κινδύνου. κυριευέτω δὲ ὁ μεμισθωκὼς τῶν καρπῶν ἕως τὰ ἑαυτοῦ κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι τὴν μὲν πρόχρησιν ἀνυπερθέτως, τὸ δὲ κατʼ ἔτος ἀπότακτον μηνὶ Παῦνι ἐφʼ ἅλω … … πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον …

---

Documentary Papyri, P.Oxy. 50. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;50.
