# P.Oxy. 54 3767

Documentary Papyri, P.Oxy. 54, P.Oxy. 31 2562. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-54/3767
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-54/3767

… Τῦβι δ, ἐν τῷ Ἁδριανίῳ. ἐπὶ παρόντων Σερήνου καὶ Πετρωνίου καὶ Χωοῦ καὶ Ὡρίωνος ἀπὸ εἰρηναρχῶν τῶν πάντων … καὶ Τιθοοῦς καὶ Σαραπᾷ ὑπηρετῶν καὶ Εὐαγγέλου παρέδρου, Δίδυμος εἶπεν· … ἀνήνεγκα ἐπὶ τὸν κύριόν μου τὸν διασημότατον ἔπαρχον τῆς Αἰγύπτου Φλάουϊον Μαγνιλιανὸν περὶ ἡμετέρων πραγμάτων καὶ ἔσωσέ μοι τὰ δίκαια ἀπέλαβον οὖν τὰ ἡμέτερα. ὁ λογιστὴς εἶπεν· ἀνάγνωθι τί προσέταξεν ὁ κύριός μου ὁ διασημότατος ἔπαρχος τῆς Αἰγύπτου Φλάουϊος Μαγνιλιανός. καὶ ἀνεγνώσθη οὕτως· Φλάουϊος Μαγνιλιανὸς λογιστῇ Ὀξυρυγχίτου χαίρειν. ἀφαίρεσιν ὑπομεμενηκέναι διαφερόντων ἑαυτῷ εἰδῶν ὑπό τινων Δίδυμος λίβελλον ἐπιδοὺς τῇ ἐμῇ … οὗ τὸ ἀντίγραφον τούτοις μου τοῖς γράμμασιν ὑποταγῆναι προσέταξα …ι νῦν ηξ…οστ…σιν του…ου… …σιν φρόντισον …ω παρασχεῖν εἰ τὰς ἀποδείξεις τῆς γεγενημένης ὑπο…ν πρὸ δίκης ἀφαιρέσεως παράσχοι. ἔρρωσο. μετὰ τὴν ἀνάγνωσιν ὁ λογιστὴς εἶπεν· τί λέγουσι οἱ παρόντες ἄγροικοι Σερῆνος καὶ Πετρώνιος καὶ Χωοῦς καὶ Ὡρίων; ἐπηκούσατε τῆς προστάξεως τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουΐου Μαγνιλιανοῦ καὶ τῶν ὑπὸ Διδύμου κατατεθέντων ἐπὶ τῶν ὑπομνημάτων ὡς εἴη πληρωθεὶς τῶν εἰδῶν αὐτοῦ· κατάθεσθε τοίνυν καὶ ὑμεῖς τί ἐπράξατε ἐπὶ τούτοις· ἢ πέρα ἀπῄτησεν ὑμᾶς ὁ Δίδυμος; οἱ προειρημένοι ἀπεκρίναντο· εἴ τι ἐκρίθημεν ἐν τῷ κυριακῷ, δεδώκαμεν· καὶ ἐπείσθημεν πρὸς ἑαυτούς. ὁ λογιστὴς εἶπεν· καὶ ἡ προφορὰ Διδύμου καὶ ἡ τῶν ἀγροίκων ἐμφέρεται τοῖς ὑπομνήμασιν· τῆς γὰρ προστάξεως τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου προσταττούσης τὰ ταῖς ἀληθείαις χρεωστούμενα ἀποκατασταθῆναι, τοῦτο γεγένηται κατὰ τὰ προσφωνηθέντα, ὡς εἶπον, ὑπὸ ἀμφοτέρων τῶν μερῶν ἐπὶ ὑπομνημάτων.

---

Documentary Papyri, P.Oxy. 54. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;54.
