# P.Oxy. 55 3804.10.246-3804.11.267

Documentary Papyri, P.Oxy. 55, 3804.10.246 to 3804.11.267. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-55/3804.10.246
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-55/3804.10.246

ὑπὲρ τιμῆς χορτοσπέρμου ὁμοίως ἀγορασθέντος παρὰ Κοσμᾶ καὶ Φὶβ ἀπὸ Σινκαρὲτ διὰ Ὀννωφρίου χορτοπαραλήμπτου εἰς χρείαν τῆς γεουχικῆς αὐτουργίας τῆς τε Πὰθ Ταμπεμοῦ καὶ Νοτίνης Παρορίου μετὰ τὰ ἤδη ἀγορασθέντα πρώην ἐν Ἄρεως τῇ κώμῃ καὶ νῦν ἐπὶ μηνὸς Τῦβι ιβ ἰνδικτίωνος ιδ κατασπορᾶς ιε νομίσματα γ παρὰ κεράτια ιγ 𐅵 ὑπὲρ τιμῆς ἐκχύσεως α ἀγορασθείσης καὶ βληθείσης εἰς τὴν μηχανὴν Τῶν Χωρίων ἐποικίου Ταρουσὲβτ ἐπὶ τῆς ιδ κατασπορᾶς ιε νομίσματος ϛ παρὰ κερατίου 𐅵 δ γίνονται ἀρτάβαι μη καὶ νομίσματα νδ 𐅵 παρὰ κεράτια σκθ 𐅵 ὑπὲρ τιμῆς ἄρακος ἀρταβῶν λβ ἀγορασθεισῶν εἰς κατασπορὰν τῶν γεουχικῶν ἀρουρῶν τῶν λιμνασθεισῶν ἐκ δευτέρου τῶν ἐν Πτυχῶν καὶ τῶν ἀρουρῶν ἄπα Ἀπολλῶ καὶ τῶν ἀρουρῶν π…ε…ε… τῆς Νοτίνης Παρορίου ἐπὶ τῆς ιγ ἰνδικτίωνος κατασπορᾶς ιδ μὴ ἐνεχθείσης εἰς τὴν ιγ νομίσματα γ γ κδ μη παρὰ κεράτια ιε 𐅵 δ ὑπὲρ μεταφορᾶς σίτου ἀρτάβαι Αιβ δοθεισῶν εἰς τὸ μοναστήριον ἀββᾶ Ἀνδρέου κατὰ τὸ ἔθος νόμισμα α 𐅵 παρὰ κεράτια ε δ Ἰωάννῃ νοταρίῳ καὶ ἐπικειμένῳ τῷ ἔργῳ τοῦ γεουχικοῦ κατωτίου λόγῳ ἀναλωμάτων ὁμοίως τῶν ἀπὸ μηνὸς Ἐπεὶφ β ἕως Μεσορὴ ι ἰνδικτίωνος ιδ ἡμερῶν λθ νομίσματος 𐅷 παρὰ κεράτια γ ὑπὲρ τιμῆς λεπιδίων ὁμοίως ἀγορασθέντων εἰς χρείαν τοῦ γεουχικοῦ κατωτίου Ἐπεὶφ λ ἰνδικτίωνος ιδ νόμισμα α παρὰ κεράτια δ 𐅵 τοῖς τέκτοσι καλαφατίζουσιν τὸ φιλοκαλούμενον κατῶτιν λόγῳ μισθοῦ κατὰ δοκιμασίαν Ἀπολλῶ ναυπηγοῦ τῆς Κυνῶν νομίσματα ιη, ἐξ ὧν κουφίζεται ὑπὲρ τῶν πριστῶν κατὰ τὸ δ μέρος νομίσματα δ 𐅵 καὶ τοῖς ναυπηγοῖς νομίσματα δ, λοιπὰ νομίσματα θ 𐅵, ἀφʼ ὧν ἐδόθησαν αὐτοῖς πρώην διὰ Φιλοξένου προνοητοῦ Νετνήου νομίσματα γ, λοιπὰ τὰ ὀφείλοντα δοθῆναι αὐτοῖς ὑπὲρ συμπληρώσεως τοῦ μισθοῦ τῶν τεκτόνων καλαφατιζομένων νομίσματα ϛ 𐅵 παρὰ κεράτια κδ δ Μεσορὴ ε ἰνδικτίωνος ιδ. γίνεται νομίσματα ϛ 𐅵 παρὰ κεράτια κθ δ ὑπὲρ τιμῆς λίθων μυλοκοπικῶν ἀγορασθέντων παρὰ Σερήνου καὶ Μεγάλου μυλοκόπων εἰς κατασκευὴν τοῦ νέου καλάθου τοῦ μυλαίου τοῦ γεουχικοῦ ἐλαιουργίου τοῦ κτήματος Ἀπελῆ ὑπὸ Σαμουήλιον ἐλαιουργὸν καὶ κοινωνοὺς ἐπὶ τῆς ιδ ἰνδικτίωνος καρπῶν ιε νόμισμα α ϛ, ἀφʼ ὧν περιεσώθη ἐκ τῶν παλαιῶν λίθων νομίσματος ϛ, λοιπὰ νόμισμα α παρὰ κεράτια δ 𐅵 Ἐπεὶφ κα ἰνδικτίωνος ιδ γίνεται νόμισμα α παρὰ κεράτια δ 𐅵 ὑπὲρ τιμῆς βοϊδίων β καὶ ταύρων β καὶ δαμαλίων β καὶ ὀνοθηλείας α ἀγορασθέντων

---

Documentary Papyri, P.Oxy. 55. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;55.
