# P.Oxy. 58 3915

Documentary Papyri, P.Oxy. 58, P.Oxy. 58 3915. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-58/3915
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-58/3915

Ἀντεῖς Τιτᾶνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Ἰουλίωι Φλώρωι Βώλα θεοῦ Σεβαστοῦ ἀπελευθέρου ἀπελευθέρωι χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὸν ὑπάρχοντά μοι κάμηλον πυρρὸν πρωτοβόλον χαρακτῆρας δύο ἔχοντα, ἐπὶ τοῦ μὲν δεξιοῦ μηροῦ ἕνα καὶ ἐκ δεξιῶν τραχήλου τὸν ἄλλον, σὺν τῇ τούτου σαγῇ οἵα ποτʼ ἐστὶν, καὶ ἀπεσχηκέναι παρὰ σοῦ τὰς συνκεχωρημένας πρὸς ἀλλήλους ὑπὲρ τῆς τούτου τιμῆς ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαϊκοῦ νομίσματος δραχμὰς τετρακοσίας τεσσαράκοντα κεφαλαίου ἐκ πλήρους διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου Σαραπίωνος τοῦ Ζωίλου τραπέζης καὶ βεβαιώσω σοι τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἢ ἐκτείσω ἣν ἔσχον παρὰ σοῦ τιμὴν σὺν ἡμιολίᾳ καὶ τὸ βλάβος καὶ ἐπίτιμον ἄλλας δραχμὰς …κοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, κατὰ μηδὲν ἁπλῶς ἐλαττουμένου σοῦ τοῦ Φλώρου ἐν τῇ πράξει ὧν ὀφείλω σοι κατʼ ἀσφαλείας. κυρία ἡ χείρ. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ι Ἀντεῖς Τειτᾶνος πέπρακα τὸν κάμηλον καὶ τὴν σαγὴν καὶ ἀπέχω τὴν τιμὴν τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακοσίας τεσσαράκοντα ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει μὴ ἐλαττουμένου τοῦ Φλώρου ἐν οἷς ὀφείλω αὐτῷ κατʼ ἀσφαλείας καθότι πρόκειται. Φιλωνίδης Θέωνος ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ι. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ια διὰ τῆς Σαραπίωνος τοῦ Ζωίλου γέγονεν ἡ διαγραφή. πρᾶσις καμήλου …

---

Documentary Papyri, P.Oxy. 58. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;58.
