# P.Oxy. 59 3998

Documentary Papyri, P.Oxy. 59, P.Oxy. 59 3998. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-59/3998
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-59/3998

Θῶνις Συρᾶτι καὶ Καλλινίκῳ τοῖς κυρίοις μου τέκνοις ἐν θεῷ κυρίῳ πλεῖστα χαῖρε. τὸ προσκύνημα ὑμῶν ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ θεῷ. γινώσκειν σε θέλω ὅτι κατεσχέθην ὑπὸ τῶν Ὀξυρυγχιτῶν καὶ ἐποίησάν με χειρογραφῆσαι μέχρι εἰκάδος Φαμενώθ με κατεισελθεῖν μετὰ τῶν ἀδελφῶν σου καὶ πάνυ συνέχομαι μὴ δυνασθῶ πρὸς τὴν προθεσμίαν κατεισελθεῖν διότι ἐτελεύτησεν ὁ ἀνὴρ τῆς ἀδελφῆς σου Θεοδώρας καὶ ἐν συζητήσει εἰμὶ μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ ἕνεκα τῶν τῆς θυγατρὸς αὐτῆς. καλῶς οὖν ποιήσεις, κυρία μου θύγατερ, πολυπραγμονῆσαι τί καὶ ἄλλοι χειρογραφήσαντές τι μέλλουσι πρᾶξαι. ἀλλὰ μὴ ἀμελήσῃς. προσδοκῶ γὰρ μέχρι δευτέρας ἀπελθεῖν πρὸς τὴν ἀδελφήν σου. ἐὰν μὲν δυνασθῶ πεῖσαι αὐτούς, εὖ ἂν ἔχοι, ἐὰν δὲ …σιν, πᾶν ποιῶ ἐλθεῖν. καὶ γὰρ πρὸ τούτου η…προσκυνῆσαι ὑμᾶς. ἔλαβά σου ἐπιστόλιον …ωνος καὶ ἐχάρην ἀκούσας περὶ τῆς ὁλοκληρίας ὑμῶν καὶ τῶν παιδίων ὑμῶν. δη…σαμ…ει ὅτι, ἔδωκα τὸ ἀργύριον καὶ οὔπω ἔσχον τὰ εἴδη καλῶς οὖν ποιήσεις λαβεῖν τὰ εἴδη. οὐ γὰρ ἀπεταξάμην αὐτῶν. οὐ γὰρ οἶδε καὶ αὐτὸς ὅτι οὐκ ἀπεταξάμην ταῦτα περὶ τῶν εἰδῶν …ως θύγατερ οὕτως …. ἀσπαζ… σου. ἀσπάζεται σε ἡ ἀδελφή σου …ρας. ἀσπάζεται ὑμᾶς Εὐλόγις. ἀσπάζεται ὑμᾶς Ἀπολλώνιος καὶ Θῶνις. ἄσπαζε Καλλίνικον καὶ Κάλλιππον καὶ Θῶνιν καὶ Δημήτριον καὶ …ν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι εἰς τὸν …, κυρία μου θύγατερ. πᾶν ποιῆσῃς λαβοῦσα τὰ εἴδη πάντα. ἔστιν δὲ τὸ κατʼ ἰδέαν· τὸ βασκαύλιον καὶ τὸ κάδιον βαλανείου καὶ ὁ κόκκομας καὶ τὴν κρεμαστὴν λυχνίαν καὶ τὸν ξέστην καὶ τὸν λύχνον ἔχοντα ἀλώπεκα καὶ τὸ πελύκιν καὶ τὰ δύο ἐνώτια σὺν τοῖς πιναρίοις αὐτῶν καὶ τὰ ἐπωμίδια δύο καὶ τὴν λίτραν τοῦ σιππείου τρυφεροῦ. … τῇ θυγα …

---

Documentary Papyri, P.Oxy. 59. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;59.
