# P.Oxy. 6 899.r.28-49

Documentary Papyri, P.Oxy. 6, 899.r.28 to 899.r.49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-6/899.r.28
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-6/899.r.28

Παρμενίων εἶπεν· ἀναγνωσθήτω τὰ ἐπὶ τῶν τοιούτων κεκριμένα. ἀναγνωσθέντος … διατάγματος Τιβερίου Ἀλεξάνδρου ἀπαγορεύοντος γυναῖκα γεωργίᾳ προσάγεσθαι ἐπὶ τοῦ β ἔτους Γάλβα … …ι καὶ Οὐαλερίου Εὐδαίμονος τοῦ ἡγεμονεύσαντος τὸ αὐτὸ κεκρικότος ἐπὶ τοῦ ε ἔτους Ἀντωνίνου … καὶ Μινικίου Κορελλιανοῦ ἐπιστρατήγου ἐπὶ τοῦ ι ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παρμενίων εἶπεν· ἀκολούθως τοῖς ἀναγνωσθεῖσι δύναται ἡ Ταθυνν… τῆς γεωργίας ἀπηλλάχθαι τ…το… ἑτέρους γεωργοὺς εἰς τὴν γεωργίαν μεταδιατάξαι. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα ἐπιδέδωκα. ἐσημειωσάμην. … ἔτους ζ Φαμενὼθ ϛ. ἕως τούτου τῆς ἐπιστολῆς καὶ τοῦ βιβλιδίου τὸ ἀντίγραφον. πρὸς ἣν ἀκολούθως ποιῶν ὁ τοῦ νομοῦ βασιλικὸς γραμματεὺς Ἀμμωνιανὸς διαδεχόμενος τὴν στρατηγίαν ἐπέστειλεν τοῖς πραγματικοῖς τῶν κωμῶν περὶ ἅς ἐστιν τὰ ἐδάφη ὡς ὑποτέτακται· Ἀμμωνιανὸς βασιλικὸς γραμματεὺς διαδεχόμενος τὴν στρατηγίαν κωμογραμματεῖ Χύσεως καὶ ἄλλων κωμῶν. βιβλιδίων δοθέντων μοι ὑπὸ Ἀπολλωναρίου τῆς καὶ Ἀριστάνδρας ᾧ ἀνείλημπται ἐπιστολὴ τοῦ κρατίστου διοικητοῦ ἔτι δὲ καὶ βιβλίδιον περὶ γεωργίας ἣν ἐδήλωσεν μὴ προσήκειν αὐτῇ, τὸ ἕτερον ἐπιστέλλεται ὑμῖν ὅπως κατὰ τὰ κεκριμένα τὴν ἐξέτασιν ποιησάμενοι δηλώσητέ μοι. ἐσημειωσάμην. ἔτους ζ Παχὼν κζ. δέον οὖν τὴν μεταδιαταγὴν ἑτέροις γενέσθαι κατὰ τὰ γραφέντα ὑπὸ σοῦ καὶ τὴν ἀπαίτησιν τῶν φόρων παρὰ τῶν γεγεωργηκότων, ὅθεν δέομαι ἐὰν σοῦ τῇ τύχῃ δόξῃ κελεῦσαι ἐπιστρεφέστερον γραφῆναι τῷ νῦν στρατηγῷ τοῦ νομοῦ ὅπως ἐπαναγκάσῃ τοὺς μὲν πραγματικοὺς κατὰ τὰ ἐπ… ἐπισταλέντα αὐτοῖς τὴν μεταδιαταγὴν ποιήσασθαι, τοὺς δὲ πράκτορας τὴν ἀπαίτησιν ποιήσασθαι παρὰ τῶν ἀντιποιουμένων τῆς γῆς γεωργῶν, καὶ μὴ ἐνοχλεῖσθαί με γυναῖκα οὖσαν ἄνανδρον καὶ ἀβοήθητον, καθὼς πρότερον ἐπέστειλας περὶ τούτου, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα ἐπιδέδωκα. ἔτους η Τῦβι α… ἐσημειωσάμην. Αὐφίδιος Ἀμμώνιος ἐσημειωσάμην. ἕως τούτου τὸ βιβλίδιον καὶ ἡ ἀναγραφὴ καὶ ἡ ἐπιστολή· οἷς ἀκολούθως ἀξιῶ ἐπιστεῖλαί σε τοῖς ἐπὶ τῶν τόπων πραγματικοῖς ὅπως καθʼ ἃ ἠξίωσα τὴν μεταδιαταγὴν ποιήσωνται πρὸς τὸ καὶ τοὺς πράκτορας τὴν ἀπαίτησιν τῶν ὀφειλομένων ποιήσασθαι παρʼ ὧν προσήκει. ἔτους θ Θὼθ α.

---

Documentary Papyri, P.Oxy. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;6.
