# P.Oxy. 6 907.1-19

Documentary Papyri, P.Oxy. 6, 907.1 to 907.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-6/907.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-6/907.1

Αὐρήλιος Ἑρμογένης ὁ καὶ Εὐδαίμων ἐξηγητὴς βουλευτὴς καὶ πρύτανις τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως τόδε τὸ βούλημα Ἑλληνικοῖς γράμμασι κατὰ τὰ συνκεχωρημένα ὑπηγόρευσεν· Αὐρήλιοι Ἑρμεῖνος καὶ Ὡρείων καὶ Ἡρακλείδης καὶ Πτολεμαὶς καὶ Διδύμη, οἱ πέντε τέκνα μου γλυκύτατα ἐκ τῆς συνούσης μοι … γυναικὸς Αὐρηλίας Ἰσιδώρας τῆς καὶ Πρείσκας ματρώνας στολάτας, αἱρέσει τῇ ὑποτεταγμένῃ ἐφʼ οἷς ἕκαστος προσδέξεται κληρονόμοι μου ἔστωσαν, οἱ δὲ λοιποὶ πάντες ἀποκληρόνομοί μου ἔστωσαν, προσερχέσθωσάν τε τῇ κληρονομίᾳ μου ἐπὶ τοῖς ἑκάστῳ καταλιμπανομένοις ὅταν γνῷ καὶ δύνηται μαρτύρασθαι ἑαυτοὺς ἐμοῦ κληρονόμους εἶναι, οὗτοί τε ὑπεύθυνοι ἔστωσαν διδόναι ποιῆσαι παρασχέσθαι ταῦτα πάντα ὅσα ἐν τούτῳ μου τῷ βουλήματι γεγραμμένα ἐστί, τοῦτό τε τῇ πίστει αὐτῶν παρακατατέθειμαι. Αὐρηλίοις Ἑρμείνῳ καὶ Ὡρείωνι καὶ Ἡρακλείδῃ τοῖς τρισί μου υἱοῖς γλυκυτάτοις δίδωμι καταλείπω κοινῶς ἐξ ἴσου ὑπὲρ τῆς κληρονομίας τῆς ἐμῆς ὃ ἔχω περὶ τὸ Ἴστρου τῶν κατὰ τὸ ἄνω Ἰσεῖον ἀμπελικὸν χωρίον καὶ σιτικὰς ἀρούρας πάσας καὶ … νυς καὶ χρηστήρια καὶ συνκυροῦντα πάντα καὶ ἃς ἔχω περὶ Σεφὼ σιτικὰς ἀρούρας πάσας καὶ ἐν τῇ μητροπόλει τὴν … μου οἰκίαν καὶ τὴν ἐν αὐτῇ ἐνδομενείαν πᾶσαν, τῷ δὲ Ἑρμείνῳ μόνῳ κατʼ ἐξαίρετον ἃς ἔχω περὶ Σεν… κοινὰς πρὸς σιτικὰς ἀρούρας πάσας καὶ δοῦλόν μου ὀνόματι Φιλοδιόσκορον. Αὐρηλίαις Πτολεμαίδι καὶ Διδύμῃ ταῖς προγεγραμμέναις θυγατράσι μου … δίδωμι καταλείπω καὶ αὐταῖς κοινῶς ἐξ ἴσου ὑπὲρ τῆς κληρονομίας τῆς ἐμῆς ὃ ἔχω κοινὸν πρὸς τὸν αὐτὸν … ἀμπελικὸν χωρίον καὶ σιτικὰς ἀρούρας πάσας καὶ προχρείας καὶ χρηστήρια καὶ συνκυροῦντα πάντα, τῇ δὲ Διδύμῃ μόνῃ κατʼ ἐξαίρετον … ἀλλὰ καὶ τῇ Πτολεμαίδι βεβαιῶ διὰ τούτου μου τοῦ βουλήματος ἣν φθάσας ἐπιδέδωκα αὐτῇ προῖκα ε… καὶ καταλείπω τὴν δούλην ὀνόματι Εὔνοιαν, τὰ δὲ λοιπά μου δοῦλα σώματα τέσσαρα Διοσκουρίδην καὶ Σαβεῖνον καὶ Ἑρμ… καὶ … τοῖς προκειμένοις ἄρρεσι τοῖς τρισὶ καὶ τῇ μιᾷ τῶν θηλειῶν, λέγω δὴ τῇ Διδύμῃ. Αὐρηλίᾳ Ἰσιδώρᾳ τῇ καὶ Πρείσκᾳ τῇ συνούσῃ μοι γυναικὶ … πρεπόντως περὶ τὴν συμβίωσιν ἀναστραφείσῃ καταλείπω κυριευτικῶς ἃς ἔχω κοινὰς πρὸς τὸν αὐτὸν … περὶ … βιν σιτικὰς ἀρούρας πάσας προυπαλλαγείσας αὐτῇ ὑπʼ ἐμοῦ πρὸς τὴν προσενεχθεῖσάν μοι ἐπʼ αὐτῇ τότε φερνήν. ἐπίτροπον δὲ ποιῶ τῶν προκειμένων ἀφηλίκων μου τέκνων τριῶν Ὡρείωνος καὶ Ἡρακλείδου καὶ Διδύμης ἕως ἂν οἱ μὲν ἄρρενες τῆς ἡλικίας γένωνται ἡ δὲ θήλεια

---

Documentary Papyri, P.Oxy. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;6.
