# P.Oxy. 6 918.3.6-918.11.11

Documentary Papyri, P.Oxy. 6, 918.3.6 to 918.11.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-6/918.3.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-6/918.3.6

γείτονες νότου διῶρυξ Τεκνάνις λεγομένη μεθʼ ἣν ὁδὸς, βορρᾶ βασιλικὴ γῆ ἤπειρος διὰ γεωργῶν Ὀννώφρεως τοῦ Ὥρου καὶ Ἀπολλωνίου τοῦ Πανεφρέμμεως, λιβὸς Τααμείους τῆς Ἁρμιέως …μω ἰδιωτικὰ ἐδάφη καὶ ἐπί τι μέρος ἡ προκειμένη βασιλικὴ γῆ, ἀπηλιώτου διῶρυξ. ὧν τὸ κατακ· ἀρχόμεναι λιβὸς Βενια…ος Ἀγχορίμφεως τοῦ Ἀγχορίμφεως καὶ Πατύνιος Ἥρωνος τοῦ Νεστνήφεως ἐξ ἀλληλεγγύης ἀνὰ πυροῦ ἀρτάβας δ 𐅵 δ μη ἄρουραι … γείτονες νότου Τεκνάνις λεγομένη διῶρυξ, βορρᾶ βασιλικὴ γῆ ἤπειρος διὰ γεωργῶν, ἀπηλιώτου ἡ ἐχομένη σφραγὶς, λιβὸς … καὶ προσωρίσθη ἄλλο κατὰ ἄρουραν πυροῦ ἀρτάβης 𐅵 δ. … νότου καὶ ἀπηλιώτου, ὧν ἀνὰ μέσον οὔσης διώρυχος καὶ ἱκανοῦ διαστήματος, γ σφραγὶς χέρσου ἐν κοιλώματι καθʼ ὕδατος ἄρουραι β. γείτονες νότου διῶρυξ Φαγήους λεγομένη μεθʼ ἣν συνόρια Ἰβιῶνος Ἀργαίου, βορρᾶ Ἀπολλωνίας τῆς Σαραπίωνος κλῆρος κατοικικὸς ἀνὰ μέσον οὔσης διώρυγος καὶ Ἡρακλείδου τοῦ Ἀπολλωνίου κλῆρος, ἀπηλιώτου ὁδὸς δημοσία ἐν ᾗ ἄφεσις λιθίνη, λιβὸς ἡ Φακήους λεγομένη διῶρυξ. … … διὰ τὸ καθʼ ὕδατος γεγονέναι ἄρουραι δ δ η ιϛ λβ … α…ε δ αἱ ἐτ… διὰ τὸ καθʼ ὕδατος γεγονέναι, ὧν τὰ ἐκφόρια διεστάλη, μεμισθωμέναι γ ἔτει ὑπὸ πρεσβυτέρων τῆς κώμης ἄρουραι ιη 𐅵 δ, ὧν τὰ ἐκφόρια τῷ δ ἔτει ἠλασσώθη διὰ τὸ καθʼ ὕδατος γεγονέναι, ἁλωνείας ἄρουρα α ἀνὰ πυροῦ ἀρτάβας δ δ, ὧν εἰσιν αἱ ἐκ τῆς γενομένης τῷ ια ἔτει τοῦ αἰγιαλοῦ ἀναμετρήσεως εὑρεθεῖσαι ἀντὶ καθʼ ὕδατος νομῶν ἄρουραι ϛ 𐅵 δ … γείτονες τῶν ὅλων νότου διῶρυξ μεθʼ ἣν ἡ ἑξῆς σφραγὶς, βορρᾶ ἰδιωτικὰ ἐδάφη, ἀπηλιώτου διῶρυξ μεθʼ ἣν βασιλικὴ γῆ ἤπειρος διὰ γεωργῶν καὶ τοῦ πρὸς νότου μέρους …γ ἡ σφραγίς, λιβὸς διῶρυξ καὶ ἐπί τι μέρος ἰδιωτικὰ ἐδάφη. ὧν τὸ κατακ· ἀρχόμεναι νότου χορτονομῶν ἐμφόρων ἄρουραι ιδ 𐅵 η ξδ. γείτονες νότου διῶρυξ, βορρᾶ πρότερον μεμισθωμένη ἡ ἐχομένη ι…μ, ἀπηλιώτου καὶ λιβὸς διῶρυξ.

---

Documentary Papyri, P.Oxy. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;6.
