# P.Oxy. 60 4060.3.68-4060.5.107

Documentary Papyri, P.Oxy. 60, 4060.3.68 to 4060.5.107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-60/4060.3.68
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-60/4060.3.68

κόλλημα λϛ κολ Ἐπεὶφ ι Ἀπολλωνίδης στρατηγὸς Περὶ Θήβας Φωκίωνι στρατηγῷ Ὀξυρυγχείτου τῶι φιλτάτωι χαίρειν. ὁ λαμπρότατος ἡγεμὼν Οὐολούσιος Μαικιανὸς ἐκέλευσεν Βέλφιν Πεκύσιος αἰτιαθέντα ἐπὶ θυρανοίξει καὶ Πατορμοῦθιν Λολοῦτος γραμματεύσαντα πράκτορσι ἀργυρικῶν καὶ εμφερ…ιτηλογιω ἀμφοτέρους ἀφανεῖς γενομένους προγραφέντας καὶ μὴ ὀφθέντας ἀναζητηθῆναι. ἵνʼ οὖν, φίλτατε, καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιησάμενος ἐὰν εὑρεθῶσι ἀνα- πέμψῃς ἔπεμψά σοι … … Σαραπίωνος … ἔτους α Ἐπεὶφ γ. δηλοῦμεν μηδένα τῶν προγεγραμμένωνδιατρίβειν ἐν τοῖς ὑφʼ ἕκαστον ἡμῶν τόποις ἀλλὰ καὶ ἀγνοεῖν αὐτοὺς τῷ καθʼ ὅλου. κόλλημα λη κολ Ἐπεὶφ η Καλπούρνιος Ἀρτεμίδωρος ὁ καὶ Πτολεμαῖος στρατηγὸς Ὀνουφείτου Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Οὐολούσιος Μαικιανὸς ὁ λαμπρότατος ἡγεμὼν πρὸς τὰ ὑπʼ ἐμοῦ αὐτῷ ἀνενεχθέντα περὶ τῶν ὑπογεγραμμένων τοῦ μὲν δοθέντος ἐπὶ συνωνῆς νεύρου τῶν δὲ ἀπὸ παραφυλακῆς ἀνακεχωρηκότων ἐκέλευσεν τὴν ἀναζήτησιν αὐτῶν γενέσθαι. ἵνʼ οὖν, φίλτατε, ἐπιτρέψῃς καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιεῖσθαι καὶ τούτων εὑρεθησομένων τὸ ἀκόλουθον πράξας δηλώσῃς μοι ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους α Παῦνι κη. εἰσὶ δέ· ὁ μὲν ἀναδοθεὶς ἐπὶ συνωνῆς νεύρου· Ὧρος Ἀθηνοδώρου Ὥρου Ἑριουπῶτος ἀπὸ Ψιμπαθᾶ. οἱ δὲ ἀπὸ παραφυλακῆς μητροπόλεως. Ἀνουβᾶς Ἀπεῖτος Ἄφεως ἀπὸ Ὀνούφεως τῆς μητροπόλεως. Πιεβῶς Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς. δηλοῦμεν ὁμοίως. κόλλημα λθ κολ Ἐπεὶφ η Ὡριγένης βασιλικὸς γραμματεὺς Ἡλιοπολείτου διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῷ φιλτάτωι χαίρειν. Οὐολούσιος Μαικιανὸς ὁ λαμπρότατος ἡγεμὼν πρὸς τὸ ἀνενεχθὲν αὐτῷ ὑπʼ ἐμοῦ περὶ τῶν ὑπογεγραμμένων ὧν μὲν κατηγορηθέντων ἐπὶ τῷ ἔχειν θρέμματα …γραψα και…εληλυθ…ταξιφων… δων τοῖς συν…πο…ω καὶ φυλακ… προσφωνηθέντος …ς πλη…ν καὶ ἀφανῶν γενομένων, τῶν δὲ ἀπὸ δημοσίων χρειῶν ἀνακεχωρηκότων, ἀντέγραψεν καὶ ἐκέλευσεν ἀκριβῆ αὐτῶν ἀναζήτησιν γενέσθαι. ἵνʼ οὖν, φίλτατε, καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιήσῃ καὶ ἐὰν εὑρεθῶσι πέμψῃς οἷς προσήκει καὶ δηλώσῃς μοι ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε.

---

Documentary Papyri, P.Oxy. 60. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;60.
