# P.Oxy. 61 4125

Documentary Papyri, P.Oxy. 61, P.Oxy. 61 4125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-61/4125
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-61/4125

μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β, τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ β, Φαρμοῦθι γ. Αὐρήλιος Ἀπφοῦς Θέωνος μητρὸς Θερμουθίης ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως, ἱερεὺς Διὸς καὶ Ἥρας καὶ κωμαστὴς θείων προτομῶν καὶ Νίκης αὐτῶν Αὐρηλίῳ Ἀπφθονίῳ υἱῷ Στρατονίκου ἄρξαντος βουλευτοῦ τῆς … μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β, τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ β, Φαρμοῦθι γ. Αὐρήλιος Ἀπφοῦς Θέωνος μητρὸς Θερμουθίης ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἱερεὺς Διὸς καὶ Ἥρας καὶ κωμαστὴς θείων προτομῶν καὶ Νίκης αὐτῶν Αὐρηλίῳ Ἀφθονίῳ υἱῷ Στρατονίκου ἄρξαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δύο καὶ δραχμὰς τετρακισχιλίας, γίνονται τάλαντα β δραχμαὶ Δ, ἅπερ ἐπάναγκες ἀποδώσω σοι μέχρις δευτέρας Παχὼν τοῦ ἐνεστῶτος ἔτους ιϛ ιδ ϛ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτείσειν σοι τοῦ ὑπερπεσόντος χρόνου τόκον τὸν σταθέντα πρὸς ἀλλήλους ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῆ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφερόντι καὶ ἐπερωτηθεις ὡμολόγησα. Αὐρήλιος Ἀπφοῦς ἔσχον ἐν χρήσει τὰ τοῦ ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς τετρακισχιλίας καὶ ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ζωΐλος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. διʼ ἐμοῦ Σώτα ἐγράφη.

---

Documentary Papyri, P.Oxy. 61. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;61.
