# P.Oxy. 63 4394.172-229

Documentary Papyri, P.Oxy. 63, 4394.172 to 4394.229. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-63/4394.172
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-63/4394.172

ὑπέθεντο τῇ αὐτοῦ ἐλλογιμότητι γενικῶς καὶ ἰδικῶς ἕκαστον ἐνεχύρου ὑποθήκης δικαίῳ. καὶ ἐπωμόσαντο θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ καλλινίκου καὶ αὐτοκράτορος ἡμῶν δεσπότου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου κύριον φυλάξαι τόδε τὸ γραμματεῖον καὶ μὴ αἰτιάσασθαι αὐτὸ ἢ μέμψασθαι τρόπῳ μηδενὶ καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες Ἰουλιανὸς ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος ὑπὸ Μαξιμίνου τοῦ ἐλλογιμωτάτου σχολαστικοῦ κατὰ πρόσωπον ὡμολόγησαν. ἐγράφη παρὰ Ζωσιμᾷ συμπράττοντι Ἰωάννῃ συναλλαγματογράφῳ πεδατούρας οἴκου Καίσαρος. Φλάουϊος Ἰουλιανὸς ὁ λαμπρότατος τριβοῦνος τοῦ θείου παλατίου υἱὸς τοῦ τῆς μακαρίας μνήμης Εὐσεβίου ὁ προγεγραμμένος ἐθέμην τόδε τὸ γραμματεῖον ἅμα Ὀλυμπιοδώρῳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ ἐς ἀλληλεγγύης εἰς σὲ Μαξιμῖνον τὸν ἐλλογιμώτατον σχολαστικὸν καὶ ὁμολογῶ κατὰ τὴν προκειμένην διήγησιν ἔχειν καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος τῆς σῆς ἐλλογιμότητος τὰ ἀπομεμενηκότα μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρόντων αὐτοῖς παράδοσιν λόγῳ κεφαλαίου χρεωστούμενα τῇ σῇ ἀρετῇ χρύσινα εὔσταθμα ἐννακόσια τεσσαράκοντα ἀπὸ τῶν χιλίων ἑξακοσίων δεκαπέντε ὡς προγέγραπται νομισμάτων καὶ διδόναι τούτων εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν ἡμιεκατοστιαῖον τόκον ὅνπερ εἶχεν καὶ τὸ πρότερον ἡμῶν γραμματεῖον, ὃ καὶ κατακεχάρακται καὶ ἀπέμεινεν παρὰ σοὶ διὰ τὴν τῶν χρόνων ἀπόδειξιν ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Επεὶφ τῆς παρούσης τρίτης ἰνδικτίωνος μέχρι τελείας ἀποδόσεως ἀκοιλάντως, τὰ δὲ ἐννακόσια τεσσαράκοντα χρύσινα εὔσταθμα διδόναι καὶ καταβάλλειν τῇ σῇ ἐλλογιμότητι ὁμολογῶ …ρ…ε…κ… ὁπηνίκα ἂν βουληθείης ἀνυπερθέτως καὶ πάντα μοι συμφωνεῖ τὰ προγεγραμμένα, ἐφʼ οἷς καὶ ὑπεθέμην τὰ ἐμὰ ὑπάρχοντα καὶ ὑπάρξοντα γενικῶς καὶ ἰδικῶς καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς ἀπέλυσα. Φλάουϊος Ὀλυμπιόδωρος ὁ λαμπρότατος υἱὸς τοῦ τῆς ἀρίστης μνήμης Εὐτυχιανοῦ ὁ προγεγραμμένος ἐθέμην τόδε τὸ γραμματεῖον ἅμα Ἰουλιανῷ τῷ λαμπροτάτῳ τριβούνῳ ἐξ ἀλληλεγγύης εἰς σὲ Μαξιμῖνον τὸν ἐλλογιμώτατον σχολαστικὸν καὶ ὁμολογῶ κατὰ τὴν προκειμένην διήγησιν ἔχειν καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος τῆς σῆς ἐλλογιμότητος τὰ ἀπομεμενηκότα μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρούντων αὐτοῖς παράδοσιν λόγῳ κεφαλαίου χρεωστούμενα τῇ σῇ ἀρετῇ χρύσινα εὔσταθμα ἐννακόσια τεσσαράκοντα ἀπὸ τῶν χιλίων ἑξακοσίων δεκαπέντε ὡς προγέγραπται νομισμάτων καὶ διδόναι τούτων εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν ἡμιεκατοστιαῖον τόκον, ὅνπερ εἶχεν καὶ τὸ πρότερον ἡμῶν γραμματεῖον, ὃ καὶ κατακεχάρακται καὶ ἀπέμεινεν παρὰ σοὶ διὰ τὴν τῶν χρόνων ἀπόδειξιν ἀπὸ νεομηνίας τοῦ ὄντος

---

Documentary Papyri, P.Oxy. 63. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;63.
