# P.Oxy. 63 4394.77-171

Documentary Papyri, P.Oxy. 63, 4394.77 to 4394.171. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-63/4394.77
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-63/4394.77

περιστάντος οὖν τοῦ χρέους μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρούντων αὐτοῖς καταβολὴν εἰς ἐννακόσια τεσσαράκοντα νομίσματα εὔσταθμα, κεχάρακται μὲν τὸ πρότερον γραμματεῖον καὶ ἀπέμεινεν παρὰ Μαξιμίνῳ τῷ ἐλλογιμωτάτῳ διὰ τὴν τῶν χρόνων ἀπόδειξιν, ἀναγκαίως δὲ τόδε τὸ γραμματεῖον ἐξέθεντο οἱ προγεγραμμένοι Ἰουλιανὸς ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος σχολαστικός, διʼ οὗ ὁμολογοῦσιν ἔχειν καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος Μαξιμίνου τοῦ ἐλλογιμωτάτου τὰ ἀπομεμενηκότα μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρούντων αὐτοῖς παράδοσιν λόγῳ κεφαλαίου χρεωστούμενα νομίσματα ἐννακόσια τεσσαράκοντα εὔσταθμα καὶ διδόναι τούτων εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν ἡμιεκατοστιαῖον μηνιαῖον τόκον ὅνπερ εἶχεν καὶ τὸ πρότερον γραμματεῖον μέχρι τελείας ἀποδόσεως τῶν ἐννακοσίων τεσσαράκοντα νομισμάτων ἀκοιλάντως, ἀριθμουμένου τοῦ πρώτου μηνὸς ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Επεὶφ τῆς παρούσης τρίτης ἰνδικτίονος, τὰ δὲ ἐννακόσια τεσσαράκοντα νομίσματα εὔσταθμα διδόναι καὶ καταβάλλειν τῷ λαμπροτάτῳ καὶ ἐλλογιμωτάτῳ σχολαστικῷ Μαξιμίνῳ καὶ παντὶ τῷ κυρίως τὴν μεθοδείαν ποιουμένῳ ἡνίκα ἂν ἀπολαβεῖν βουληθείη ἀνυπερθέτως καὶ δίχα τῆς τυχούσης παρολκῆς καὶ ἀντιλογίας καὶ δίκης καὶ κρίσεως καὶ παντοίας νομίμου παραγραφῆς, καὶ μὴ ἐξεῖναι αὐτοῖς βουλομένου τοῦ αὐτοῦ ἐλλογιμωτάτου ἀνδρὸς ἀπολαβεῖν τὸ χρέος καὶ τὴν μεθοδείαν ποιουμένου ὑπερθέσθαι περὶ τὴν ἀπόδοσιν, οὐκ ἧττον τῶν ἐννακοσίων τεσσαράκοντα νομισμάτων εὐστάθμων διδόναι ἢ κοιλᾶναι καὶ ἂν ἕνα μῆνα τὴν χορηγίαν τοῦ ἡμιεκατοστιαίου τόκου ἢ λέγειν τι δεδωκέναι χωρὶς ἐγγράφου ἀποχῆς τῆς αὐτοῦ ἐλλογιμότητος ἢ λυτρώσεως τοῦδε τοῦ γραμματείου. εἰ δὲ ὑπερτιθεμένων αὐτῶν περὶ τὴν ἀπόδοσιν ἀναγκασθείη ὁ αὐτὸς ἐλλογιμώτατος ἀνὴρ τῆς μεθοδείας χάριν δικαστηρίοις χρησάμενος ἢ καὶ ἐκτὸς δικαστηρίου ἀναλώματα ἢ ζημιώματα ποιήσασθαι, ὁμολογοῦσιν Ἰουλιανὸς ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος κατὰ ταῦτα σύμπαντα ἀλληλεγγύως διδόναι καὶ ἀποκαταστῆσαι τῷ αὐτῷ ἐλλογιμωτάτῳ ἀνδρὶ κατὰ τὴν αὐτοῦ πίστιν, καὶ γίγνεσθαι τὴν περὶ πάντων εἴσπραξιν κατὰ τὰ προγεγραμμένα Μαξιμίνῳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ καὶ παντὶ τῷ κυρίως τὴν μεθοδείαν ποιουμένῳ ἔκ τε Ἰουλιανοῦ τοῦ λαμπροτάτου καὶ Ὀλυμπιοδώρου τοῦ ἐλλογιμωτάτου καὶ παρʼ ὁποτέρου αὐτῶν ἐνεχομένου τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος καὶ οὐκ ἐλευθερουμένου ἀπὸ ἐπιλογῆς ἢ προκατάρξεως ἢ διαδικασίας ἢ μερικῆς καταβολῆς εἰ μὴ διὰ τελείας ἀποδόσεως καὶ παρὰ κληρονόμων αὐτῶν καὶ παντοίων διαδόχων καὶ διακατόχων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς καὶ ὑπαρξόντων κινητῶν καὶ ἀκινήτων καὶ αὐτοκινήτων, ἅτινα καὶ νῦν

---

Documentary Papyri, P.Oxy. 63. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;63.
