# P.Oxy. 63 4395.95-129

Documentary Papyri, P.Oxy. 63, 4395.95 to 4395.129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-63/4395.95
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-63/4395.95

Φλάουϊος Ἰουλιανὸς λαμπρότατος τριβοῦνος υἱὸς Εὐσεβίου ὁ προγεγραμμένος ἐδεξάμην παρὰ σοῦ τοῦ Αὐρηλίου Ἀγαθοκλῆ εἰς ἰδίας μου χρείας τὰ προγεγραμμένα ἀκίνδυνα ὄντα χρυσίου νομισμάτια δέκα παρὰ κεράτια δέκα καὶ προσαπέλυσά σοι τὴν νομὴν ἤτοι χορηγίαν διαφερους. … δωρεῶν δύο χορηγουμένων ἐν δυσὶ πρατηρίοις πρὸς τόποις Δρόμου ἤτοι Πέντε Κλιμακίων καὶ Ὀσειρείῳ ἤτοι Στρεπτῷ ἐπὶ τῷ ταύτας ἡμερουσίως χορηγεῖσθαι ὑπὲρ φιλανθρώπου τῶν αὐτῶν δέκα χρυσίνων ἀκοιλάντως μέχρι συμπληρώσεως αὐτῶν καὶ ἀποδώσω σοι τὰ αὐτὰ δέκα χρύσινα παρὰ κεράτια δέκα πάραυτα ὁπηνίκα ἂν βουληθείης καὶ συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. Φλάουϊος Θεοφάνιος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Πέτρου ἀπὸ πριμικηρίων σχολῆς ταχυδρόμων τῆς Αὐγουσταλιανῆς τάξεως οἰκῶν πρὸς τόπῳ ἐν Ταποσίρεως ἐν τοῖς ἰδίοις ὁ προγεγραμμένος ἐγγυῶμαι καὶ ἀναδέχομαι κατὰ τὸ τοῦ μανδάτορος δίκαιον παρὰ σοὶ τῷ Αὐρηλίῳ Ἀγαθοκλεῖ τήν τε ἀπόδοσιν ἀκινδύνως τῶν προγεγραμμένων καὶ ἐκδανεισθέντων παρὰ σοῦ τῷ Φλαουΐῳ Ἰουλιανῷ τριβούνῳ χρυσίου νομισματίων δέκα παρὰ κεράτια δέκα καὶ τὴν ἡμερουσίαν χορηγίαν εἰς συμπλήρωσιν αὐτῶν τοῦ φιλανθρώπου δωρεῶν δύο χορηγουμένων ἐν τοῖς προγεγραμμένοις δυσὶν πρατηρίοις τῇ ἐμῇ πίστει καὶ ἐντολῇ καί εἰμι ὑπεύθυνος τῇ τε ἀποδόσει καὶ πᾶσι τοῖς ἐγγραμμένοις καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. Πέτρος ζυγοστάτης τόπου Καισαρείου· διʼ ἐμοῦ ἐσταθμίσθησαν καὶ παρεδόθησαν τῷ λαμπροτάτῳ Ἰουλιανῷ τὰ ἐκδανεισθέντα αὐτῷ παρὰ Ἀγαθοκλεοῦς χρύσινα δέκα παρὰ κεράτια δέκα . Αὐρήλιος Ἰωάννης υἱὸς … οἰκῶν πρὸς τόπῳ καλουμένῳ Ἀσκλᾶ ἐν τοῖς ἰδίοις μαρτυρῶ. Αὐρήλιος Μακάριος υἱὸς … οἰκῶν πρὸς τόπῳ καλουμένῳ …ω ἐν τοῖς ἰδίοις μαρτυρῶ. … Νεμεσάμμων συναλλαγματογράφος τόπου Ἡρακλείδου ἐτέλεσα Ἀγαθοκλῆς υἱὸς Ζωσίμου Φλαβίῳ Ἰουλιανῷ· … ἐδεξάμην παρὰ σοῦ τὰ χρεωστηθέντα μοι ἐπὶ τῇ ὑποθήκῃ τῶν δύο δωρεῶν νομίσματα δέκα παρὰ κεράτια δέκα καὶ ἀναδέδωκα πλήρης τό τε γραμματεῖον καὶ τοὺς καλάμους τῶν δύο δωρεῶν.

---

Documentary Papyri, P.Oxy. 63. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;63.
