# P.Oxy. 63 4397.r.1-36

Documentary Papyri, P.Oxy. 63, 4397.r.1 to 4397.r.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-63/4397.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-63/4397.r.1

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιη, τοῖς τὸ γ μετὰ τὴν ὑπατείαν Φλαουΐου Βασιλείου τοῦ λαμπροτάτου, Φαμενὼθ κα, ἰνδικτίωνος η, ἔτους σκαρϙ, ἐν Ὀξυρύγχων πόλει. ταύτην τὴν ὁμολογίαν τῶν ὁμολογημάτων καὶ ἐπερωτημάτων δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης, καὶ πάσης περιγραφῆς ἐκτός, ποιεῖται τὸ εὐαγὲς κοινόβιον τοῦ τῆς ὁσίας μνήμης Ἀββᾶ Ἱέρακος διὰ Ἰωσὴφ πρεσβυτέρου καὶ προεστῶτος τοῦ αὐτοῦ εὐαγοῦς τόπου καὶ Θεοδώρου τοῦ οἰκονομοῦντος αὐτό, μετὰ συναινέσεως πάντων τῶν ἐν αὐτῷ εὐλαβεστάτων μοναζόντων εἰς Φλάουϊον Ἀπίωνα τὸν ὑπερφυέστατον ἀπὸ ὑπάτων ὀρδιναρίων, υἱὸν Στρατηγίου τοῦ τῆς πανευφήμου μνήμης, διὰ Μηνᾶ οἰκέτου τῆς αὐτοῦ ὑπερφυείας ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ αὐτῷ ὑπερφυεστάτῳ αὐτοῦ δεσπότῃ πᾶσαν ἀπὸ τῆς παρούσης ὁμολογίας ἁρμόζουσαν ἢ ἁρμόσαι δυναμένην ἀγωγὴν καὶ ἐνοχὴν καὶ ὁμολογεῖ τὰ ὑπογεγραμμένα. Διογένης ὁ τῆς λαμπρᾶς μνήμης διάγων κατὰ τὴν βασιλεύουσαν τηνικαῦτα καὶ δεηθεὶς ὀγδοήκοντα νομισμάτων ᾔτησεν Θεόφιλον τὸν τῆς εὐλαβοῦς μνήμης καὶ αὐτὸν εὑρεθέντα τότε κατὰ τὴν αὐτὴν βασιλεύουσαν ταῦτα αὐτῷ δανεῖσαι ἐπὶ ἡμιεκατοστιαίου τόκου καὶ λαβεῖν παρʼ αὐτοῦ ὑπὲρ ἀσφαλείας τῶν αὐτῶν ὀγδοήκοντα νομισμάτων μηχανὴν ἀρουρῶν δεκαὲξ ἡμίσους διακειμένην ἐν κώμῃ Ὤφει καὶ τοὺς ἐτησίους τόκους ἐκ τῶν καρπῶν καὶ προσόδων τῆς αὐτῆς μηχανῆς ἀποφέρεσθαι καὶ ταύτην ἔχειν μέχρι τελείας ἀποδόσεως τῶν αὐτων ὀγδοήκοντα νομισμάτων. δανεισθέντων οὖν τῶν αὐτῶν ὀγδοήκοντα νομισμάτων παρὰ Θεοφίλου τοῦ τῆς εὐλαβοῦς μνήμης τῷ τῆς λαμπρᾶς μνήμης Διογένει ἀγοραῖον γραμματεῖον γεγένηται παρʼ αὐτοῦ κατὰ τὴν αὐτὴν βασιλεύουσαν ἐν ᾧ ὑπέθετο τῷ εὐαγεῖ κοινοβίῳ τοῦ τῆς ὁσίας μνήμης Ἀββᾶ Ἱέρακος διὰ Θεοφίλου τοῦ τῆς εὐλαβοῦς μνήμης τὴν εἰρημένην μηχανὴν τῶν δεκαὲξ ἡμίσους ἀρουρῶν ἐπὶ τῷ τὸ εὐαγὲς κοινόβιον ἐκ τῶν καρπῶν καὶ προσόδων ἀποφέρεσθαι τοὺς ὑπὲρ τῶν ὀγδοήκοντα νομισμάτων τόκους ἑκάστου ἔτους καὶ ταύτην τὴν μηχανὴν ἔχειν ἐπὶ ἀσφαλείᾳ τοῦ τε κεφαλαίου καὶ τῶν ἐπισυναχθησομένων τόκων μέχρι τελείας ἀποδόσεως.

---

Documentary Papyri, P.Oxy. 63. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;63.
