# P.Oxy. 63 4397.r.123-162

Documentary Papyri, P.Oxy. 63, 4397.r.123 to 4397.r.162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-63/4397.r.123
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-63/4397.r.123

τῶν δεομένων, μάλιστα τῶν εὐλαβεστάτων ἀνδρῶν, προσίεσθαι, καὶ ὅτι ὁ τῆς πανευκλεοῦς μνήμης Στρατήγιος ἔτι περιὼν ἔγραψεν ἑκατὸν τριάκοντα νομίσματα δοθῆναι τῷ εὐαγεῖ κοινοβίῳ, ἑβδομήκοντα δύο δὲ μόνα μέχρι τοῦ νῦν ἐδόθησαν, διὰ γραμμάτων οἰκείων ἐπέτρεψαν τοῖς προσήκουσιν τῇ αὐτῶν ὑπερφυείᾳ κατὰ ταύτην τὴν πόλιν παρασχεῖν ἕτερα πεντήκοντα ὀκτὼ νομίσματα τοῖς τοῦ εὐαγοῦς κοινοβίου. δοθέντων τοίνυν τῶν ἄλλων πεντήκοντα ὀκτὼ νομισμάτων τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ διὰ Ἰωσὴφ τοῦ εὐλαβεστάτου οἱ αὐτοὶ τοῦ εὐαγοῦς κοινοβίου διὰ τοῦ αὐτοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ προεστῶτος καὶ Θεοδώρου οἰκονόμου πρὸς τὴν παροῦσαν ἐληλύθασιν ὁμολογίαν, διʼ ἧς ὁμολογοῦσιν καὶ ἐξ ἀρχῆς τὸν τῆς πανευκλεοῦς μνήμης Στρατήγιον μὴ ἀποχρώμενον μὲν νόμοις καὶ δικαίοις πᾶσιν καὶ προγενεστέραις ὑποθήκαις καὶ μὴ ἀνάγκην ἔχοντα τίποτε αὐτοῖς παρασχεῖν, διὰ δὲ τὸ εὐσεβές, τότε γράψαι τὰ ἑκατὸν τριάκοντα νομίσματα δοθῆναι αὐτοῖς ἐπὶ χώρας, μόνα δὲ ἐξ αὐτῶν τότε ἑβδομήκοντα δύο εἰληφέναι, ἀρτίως δὲ Ἀπίωνα τὸν πανεύφημον ὕπατον καὶ τὴν εὐκλεεστάτην αὐτοῦ μητέρα ἀκολουθήσαντες τῷ εὐσεβεῖ τοῦ ἀπελθόντος σκοπῷ ἕτερα πεντήκοντα ὀκτὼ ἐπιτρέψαι δοθῆναι αὐτοῖς. προσομολογοῦσιν τοίνυν ὅ τε προεστὼς τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου καὶ Θεόδωρος ὁ οἰκονομῶν τὸ εὐαγὲς κοινόβιον καὶ διʼ αὐτῶν οἱ λοιποὶ εὐλαβέστατοι μονάζοντες τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου πρωτοτύπως μὲν περιόντος Στρατηγίου τοῦ πανευκλεοῦς τῆς μνήμης ἐκ γραμμάτων αὐτοῦ εἰληφέναι παρὰ τῶν προσηκόντων τότε τῷ ἐνδόξῳ αὐτοῦ οἴκῳ χρυσίου λίτραν μίαν, ἥνπερ κατὰ τὰ προδιηγηθέντα ὁμολογοῦσιν εἰληφέναι παρὰ τῶν κληρονόμων τοῦ μακαρίου Σερήνου τοῦ ζυγοστάτου, ἀρτίως δὲ ὁμοίως δέξασθαι καὶ εἰς χεῖρας λαβεῖν ἕτερα χρυσοῦ νομισμάτια πεντήκοντα ὀκτὼ παρὰ κεράτια διακόσια τριάκοντα δύο, ἅπερ ἔγραψαν Ἀπίων ὁ πανεύφημος ὕπατος καὶ ἡ εὐκλεεστάτη αὐτοῦ μήτηρ ἀρτίως δοθῆναι αὐτοῖς καὶ μηδένα λόγον ἔχειν περὶ τῆς αὐτῆς μηχανῆς ἕνεκεν διὰ τό, ὡς εἴρηται, καὶ ἐξ ἀρχῆς μηδεμίαν νομίμην ἔχειν δικαιολογίαν ἐπὶ ἐκδικήσει ταύτης διὰ τὰς προγενεστέρας ὑποθήκας Στρατηγίου τοῦ τῆς πανευκλεοῦς μνήμης, χάριτας δὲ ὁμολογεῖν καὶ ὑπερεύξασθαι τοῦ πανευφήμου τῆς μνήμης Στρατηγίου ὑπὲρ ὧν εὐσεβείας χάριν ἐπέτρεψεν ἔτι περιὼν δοθῆναι αὐτοῖς τὰ ἑκατὸν τριάκοντα νομίσματα καὶ ὁμοίως ἱκετεύειν τὸ θεῖον μακροζωΐαν χαρίσασθαι τῷ πανευφήμῳ ἀπὸ ὑπάτων Ἀπίωνι καὶ τῇ εὐκλεεστάτῃ αὐτοῦ μητρὶ Λεοντίᾳ, ὑπὲρ ὧν καὶ αὐτοὶ μὴ ἀνάγκην ἔχοντες ἀρτίως ἐπέτρεψαν ἕτερα πεντήκοντα ὀκτὼ νομίσματα δοθῆναι πρὸς ἀποπλήρωσιν τῶν τότε γραφέντων παρὰ τοῦ τῆς πανευκλεοῦς μνήμης Στρατηγίου

---

Documentary Papyri, P.Oxy. 63. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;63.
