# P.Oxy. 63 4397.r.82-122

Documentary Papyri, P.Oxy. 63, 4397.r.82 to 4397.r.122. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-63/4397.r.82
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-63/4397.r.82

τῶν πραγμάτων Διογένους τοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ διὰ τὰ ἐποφληθέντα αὐτῷ δικαίως. ταῦτα γνοὺς τηνικαῦτα Θεόφιλος ὁ τῆς εὐλαβοῦς μνήμης καὶ λογισάμενος ὡς οὐδεμία ἁρμόζει αὐτῷ δικαιολογία περὶ τῆς αὐτῆς μηχανῆς, ἀλλὰ πανταχόθεν ἐξέπεσεν τῆς ὑποθήκης ταύτης διὰ τὸ προγενεστέρας εἶναι τὰς ἐμφερομένας ὑποθήκας ταῖς δανειακαῖς συγγραφαῖς Στρατηγίου τοῦ τῆς πανευκλεοῦς μνήμης ἐδεήθη τοῦ αὐτοῦ τῆς πανευκλεοῦς μνήμης Στρατηγίου μὴ ἀποχρήσασθαι τῷ νόμῳ καὶ τοῖς προσοῦσιν αὐτῷ δικαίοις ἀλλὰ ἀφορᾶν πρὸς τὸ εὐσεβὲς καὶ τὸ ἐνδεὲς τῶν ἐν τῷ εἰρημένῳ εὐαγεῖ κοινοβίῳ ἀδελφῶν δεομένων τῶν αὐτῶν ἑκατὸν τριάκοντα νομισμάτων πρὸς περιποίησιν τῶν ἀναγκαίων αὐτῶν ἀποτροφῶν καὶ δοῦναι λογῳ εὐσεβείας τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ τὰ ἑκατὸν τριάκοντα νομίσματα. ὁ δὲ τῆς πανευκλεοῦς μνήμης Στρατήγιος ἐπικαμφθεὶς τ…κ… ἔγραψεν τοῖς προσήκουσιν τῇ αὐτοῦ ὑπερφυείᾳ κατὰ ταύτην τὴν πόλιν δοῦναι τῷ εὐαγεῖ κοινοβίῳ οἰκονομουμένῳ παρὰ τοῦ τῆς εὐλαβοῦς μνήμης Θεοφίλου νομίσματα ἑκατὸν τριάκοντα, οἵτινες δεξάμενοι τὰ τοιαῦτα γράμματα μόνα ἑβδομήκοντα δύο νομίσματα τηνικαῦτα δεδώκασιν τῷ εἰρημένῳ τῆς εὐλαβοῦς μνήμης Θεοφίλῳ ἤτοι τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ καὶ παρέθεντο τότε Σερήνῳ τῷ τῆς μακαρίας μνήμης ζυγοστάτῃ γενομένῳ ταύτης τῆς Ὀξυρυγχιτῶν ἐπὶ τῷ ταῦτα ἐκδανεῖσαι καὶ τὰ γινόμενα ἐξ αὐτῶν ἑκάστου ἔτους παρασχεῖν εἰς τὸ εὐαγὲς κοινόβιον ἄχρις ὅταν εὑρεθῇ μηχανὴ πιπρασκομένη καὶ ταύτην ἀγοράσῃ τὸ αὐτὸ εὐαγὲς κοινόβιον καὶ τὴν λίτραν τοῦ χρυσίου δώσῃ ὁ αὐτὸς Σερῆνος ὑπὲρ μέρους τῆς τιμῆς τῆς εὑρισκομένης καὶ πραθησομένης μηχανῆς τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ. τούτων οὖν οὕτως γενομένων συνέβη Σερῆνον τὸν τῆς μακαρίας μνήμης ζυγοστάτην γενόμενον ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως τελευτᾶν καὶ τότε τοὺς ἀπὸ τοῦ εὐαγοῦς κοινοβίου τοῦ τῆς ὁσίας μνήμης Ἀββᾶ Ἱέρακος λαβεῖν παρὰ τῶν κληρονόμων Σερήνου τὴν αὐτὴν λίτραν τοῦ χρυσίου, ἀρτίως δὲ ἀνελθεῖν ἐπὶ τὴν βασιλεύουσαν καὶ παρακαλέσαι Ἀπίωνα τὸν ὑπερφυέστατον ἀπὸ ὑπάτων καὶ τὴν πανεύφημον αὐτοῦ μητέρα τὴν καὶ ἐπιτροπεύουσαν αὐτῷ ἐπιτρέψαι δοθῆναι ἅπερ διὰ γραμμάτων οἰκείων Στρατήγιος ὁ τῆς πανευκλεοῦς μνήμης ἔτι περιὼν εὐσεβείας λόγῳ ἐκέλευσεν τοῖς προσήκουσιν αὐτῷ παρασχεῖν, τουτέστιν τὰ ἄλλα πεντήκοντα ὀκτὼ νομίσματα παρὰ κεράτια διακόσια τριάκοντα δύο ἰδιωτικῷ ζυγῷ ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως. ἀρτίως τοίνυν Ἀπίων ὁ ὑπερφυέστατος ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ Λεοντία ἡ πανεύφημος αὐτοῦ μήτηρ, καὶ ἐμφύτως ἔχοντες πρὸς εὐσέβειαν καὶ ἐπιρρεπεῖς ὄντες τὰς αἰτήσεις

---

Documentary Papyri, P.Oxy. 63. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;63.
