# P.Oxy. 67 4586

Documentary Papyri, P.Oxy. 67, P.Oxy. 67 4586. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-67/4586
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-67/4586

παρὰ Ταοννώφριος Πετεμεννώφριος μητρὸς Ἐσερσόιτος μετὰ κυρίου Παμούνιος Παμούνιος μητρὸς … μ… ἀπὸ κώμης Νεσμείμεως ἱερέως Ἄμμωνος καὶ τῶν συννάων θεῶν μεγίστων καὶ παρὰ Φιλοξένης Ἥρωνος μητρὸς Θε… μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀμμωνίου Ἀμμωνίου μητρὸς Α…ος ἀπὸ τῆς αὐτῆς κώμης. συγχωρεῖ ἡ Φιλόξενα παρακεχωρηκέναι τῇ Ταοννώφρει τὸ ὑπάρχον αὐτῇ ἐν τῇ αὐτῇ Νεσμείμει ἐν τοῖς ἀπὸ νότου ἐπʼ ἀπηλιώτην μέρεσι τῆς αὐτῆς κώμης τρίτον μέρος ἀπὸ ψιλοῦ τόπου βίκου ἑνὸς ἡμίσους ὅ ἐστιν βίκου ἡμίσους ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους, οὗ γείτονες νότου , βορρᾶ δημοσία ῥύμη, ἀπηλιώτου Θώνιος Παυσείριος, λιβὸς Ταπισόιτος. τὰς δὲ συμπεφωνημένας ὑπὲρ τιμῆς καὶ παραχωρητικοῦ τοῦ αὐτοῦ βίκου ἡμίσους ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν αὐτόθι ἀπέσχεν ἡ Φιλόξενα παρὰ τῆς Ταοννώφριος διὰ χειρὸς ἐκ πλήρους. καὶ ἀπὸ τοῦ νῦν τ̀ν Ταοννῶφριν κρατεῖν καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτῆς μεταλημψομένοις εἰς τὸν ἅπαντα χρόνον καὶ χρᾶσθαι καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ καθʼ ὃν· ἐὰν αἱρῆται τρόπον, τὴν δὲ Φιλόξεναν μὴ ἐπιπορεύεσθαι ἐπὶ τοῦτο μηδʼ ἄλλον ὑπὲρ αὐτῆς μηδένα κατὰ μηδένα τρόπον, ἐπάναγκον δὲ αὐτὴν βεβαιοῦν τῇ Ταοννώφρει καὶ τοῖς παρʼ αὐτῆς μεταλημψομένοις καὶ παρέχεσθαι καθαρὸν ἀπὸ ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, τὸν δὲ ἐπελευσόμενον ἢ ἐμποιησόμενον ἀφιστάνειν τὴν Φιλόξεναν τοῖς ἰδίοις δαπανήμασι καθάπερ ἐκ δίκης. Ταοννῶφρις Πετεμεννώφριος παρακεχώρημαι παρὰ τῆς Φιλοξένης τὸν προκείμενον ψιλὸν τόπον καὶ ἀπέδωκα αὐτῇ τὰς τοῦ παραχωρητικοῦ δραχμὰς ἑκατὸν ὡς πρόκειται. Παμοῦνις Παμούνιος ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Φιλόξενα Ἥρωνος παρεχώρησα τῇ Ταοννώφρει τὸ προκείμενον τρίτον μέρος τοῦ ψιλοῦ τόπου, βίκου ἡμίσους, καὶ ἀπέσχον παρʼ αὐτῆς τὰς τοῦ παπαχωρητικοῦ δραχμὰς ἑκατὸν καὶ βεβαιώσω ὡς πρόκειται. Ἀμμώνιος Ἀμμωνίου ἐπιγέγραμμαι τῆς γυναικὸς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.

---

Documentary Papyri, P.Oxy. 67. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;67.
