# P.Oxy. 67 4597

Documentary Papyri, P.Oxy. 67, P.Oxy. 67 4597. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-67/4597
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-67/4597

ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων. Αὐρήλιοι Πτολεμῖνος ὁ καὶ Σαρμάτης ἐξηγητὴς βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καὶ Δημητράμμων Πατερμουθίου μητρὸς Ἀριστοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως ὁμολογοῦσιν ἀλλήλοις ὁ μὲν Πτολεμῖνος ὁ καὶ Σαρμάτης ἀναπομπὸς ἀχύρου ἅμα ἑτέρῳ συνηλλαχέναι τὴν κατʼ αὐτὸν χώραν τῷ Δημητράμμωνι τῆς τοῦ ἀχύρου παραλήμψεως καὶ ἀνακομιδῆς ἐπὶ τὴν Θηβαΐδα καὶ διαδόσεως ἐκεῖσε τοῖς τῶν γενναιοτάτων στρατιωτῶν ἵπποις, ὁ δὲ Δημητράμμων ἀποπληρώσειν ἀμέμπτως τὴν ὑπὲρ τοῦ Πτολεμίνου τοῦ καὶ Σαρμάτου χώραν τῆς δεδηλωμένης παραλήμψεως καὶ ἀνακομιδῆς καὶ διαδόσεως τοῦ ἀχύρου μετὰ πάσης πίστεως καὶ ἐπιμελείας ὀψωνίου μηνιαίου τῶν συμπεφωνημένων πρὸς ἀλλήλους κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν τετρακισχιλίων · ἐντεῦθεν δὲ ὁμολογεῖ ὁ Δημητράμμων ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ τοῦ Πτολεμίνου τοῦ καὶ Σαρμάτου μηνὸς ἑνὸς ἀργυρίου δραχμῶν τετρακισχιλίων καὶ τῶν λοιπῶν ἐσομένων μηνῶν ἄχρι τῆς παραδόσεως ἀπολήμψεσθαι σαλάρια ὡς ἐπὶ ἑκάστῳ μηνὶ δεδήλωται, ἔτι τε καὶ ὑπὲρ ὅλου τοῦ χρόνου ἐκτάκτων οἴνου κεράμια τρία καὶ ὄξους κεράμιον ἓν καὶ ἄρτων ἀρτάβας δύο, ἅπερ καὶ αὐτὰ ὁμολογεῖ ἀπεσχηκέναι· ἀμφότεροι δὲ εὐδοκεῖν ἐπὶ τούτοις καὶ ὁ μὲν Πτολεμῖνος ὁ καὶ Σαρμάτης ἀποδώσειν τῶν ἐσομένων μηνῶν τὰ λοιπὰ σαλάρια, ὁ δὲ Δημητράμμων ἀποπληρώσειν τὴν χρείαν καὶ ἄποχα γραμμάτια ἐποίσειν τῆς παραδόσεως, τῶν ἐσομένων ἐνδεημάτων ὄντων πρὸς τὸν Πτολεμῖνον τὸν καὶ Σαρμάτην. κύριον τὸ ὁμολόγημα δισσὸν γραφὲν πρὸς τὸ ἑκάτερον μέρος ἔχειν μοναχὸν καὶ ἐπερωτήσαντες ἀλλήλους ἀλλήλοις ὡμολόγησαν. ἔτους ια καὶ ι τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους γ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Σεβαστῶν, Ἁθὺρ κγ. Αὐρήλιος Πτολεμῖνος ὁ καὶ Σαρμάτης εὐδοκῶ πᾶσι τοῖς προκειμένοις καὶ …ε…σομ… τῆς διαδόσεως ἐπὶ τὴν Θηβαΐδα …

---

Documentary Papyri, P.Oxy. 67. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;67.
