# P.Oxy. 69 4745

Documentary Papyri, P.Oxy. 69, P.Oxy. 69 4745. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-69/4745
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-69/4745

ἐμίσθωσαν Πλουτίων Πλουτίωνος καὶ οἱ ἀδελφοὶ πάντες ἀπ’ Ὀξυρύγχων πόλεως Ἀπολιναρίῳ Πλουτογένους καὶ Γαίῳ Παήσιος ἀμφοτέροις ἀπὸ τῆς αὐτῆς πόλεως εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ια ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς περὶ Σέρυφιν ἐκ τοῦ Ἀμμωνᾶ κλήρου ἄρουραν μίαν ὥστε τοὺς μεμισθωμένους τῷ μὲν ἐνεστῶτι ια ἔτει ξυλαμῆσαι χλωροῖς φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν ἑξήκοντα τεσσάρων , τῷ δὲ εἰσιόντι ιβ ἔτει σπεῖραι πυρῷ ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν ὀκτὼ ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς κατ’ ἔτος δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας οὓς καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατ’ ἔτος ὀφειλόμενα κομίσωνται. ἐὰν δέ τις τῷ εἰσιόντι ἔτει ἄβροχος γένηται παραδεχθήσεται τοῖς μεμισθωμένοις. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότωσαν οἱ μεμισθωμένοι τοῖς μεμισθωκόσι τὰ κατ’ ἔτος ὀφειλόμενα μηνὶ Παῦνι τὸν δὲ πυρὸν τοῦ εἰσιόντος ιβ ἔτους ἐφ’ ἅλω Σερύφεωςνέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τετραχοινίκῳ παραλημπτικῷ Καππαρᾶτος, τῶν παρὰ τῶν μεμισθωκότων ἑαυτοῖς μετρούντων, καὶ ἡ πρᾶξις ἔστω ἔκ τε τῶν μεμισθωμένων ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῶνται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. κυρία ἡ μίσθωσις. ἔτους ια Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν στοῦ, Φαῶφι κ. Ἀπολινάριος Πλουτογένους καὶ Γάιος Παήσιος μεμισθώμεθα τὴν γῆν ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Πασίων Παήσιος τοῦ καὶ Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.

---

Documentary Papyri, P.Oxy. 69. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;69.
