# P.Oxy. 7 1028

Documentary Papyri, P.Oxy. 7, P.Oxy. 7 1028. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-7/1028
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-7/1028

χ Κλαυδίῳ Μακεδονίῳ στρατηγῷ καὶ Γαίῳ βασιλικῷ γραμματεῖ καὶ Διονυσίῳ καὶ Φιλίσκωι γυμνασιάρχοις καὶ Ἀπολλωνίῳ καὶ Θέωνι γραμματεῦσι πόλεως παρὰ Ταορσέως τῆς Θομψήμιος τοῦ Θοώνιος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Θομψήμιος τοῦ Θοώνιος. κατὰ τὰ κελευσθέντα περὶ τοῦ ἐπικριθῆναι τοὺς προσβαίνοντας εἰς τοὺς τεσσαρεσκαιδεκαετεῖς εἰ ἀμφοτέρων γονέων μητροπολιτῶν δωδεκαδράχμων εἰσίν, προσφωνῶ τὸν υἱὸν μου Χαιρήμονα Ὀννώφριος τοῦ Σόιτος παστοφόρον Σαράπιδος θεοῦ μεγίστου ἀπογραψάμενον ἐπʼ ἀμφόδου Ἱπποδρόμου προσβεβηκέναι τῷ ἐνεστῶτι ε ἔτει καὶ εἶναι αὐτὸν δωδεκάδραχμον καὶ τὸν αὐτοῦ μὲν πατέρα ἐμοῦ δὲ γενόμενον ἄνδρα Ὀννῶφριν Σόιτος παστοφόρον τοῦ αὐτοῦ θεοῦ ἀπογραψάμενον ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν δωδεκαδράχμοις τετελευτηκέναι τῷ α ἔτει Δομιτιανοῦ τοῦ κυρίου καὶ τὸν πατέρα μου Θομψῆμιν Θοώνιος ἀπογραψάμενον ἐπὶ Θοηρείου Θενεπμόϊ ἐν δωδεκαδράχμοις τετελευτηκέναι τῷ β ἔτει θεοῦ Τίτου, καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν μὴ ψεύσασθαι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ α. Ταορσεὺς …ς ἐπιδέδωκα …

---

Documentary Papyri, P.Oxy. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;7.
