# P.Oxy. 7 1032

Documentary Papyri, P.Oxy. 7, P.Oxy. 7 1032. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-7/1032
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-7/1032

Οὐηδίῳ Φαύστῳ τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ Ἀμμωνίου καὶ Μαρθεῖτος ἀμφοτέρων Διογένους ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπέδομεν Οὐολουσίῳ Μαικιανῷ τῷ ἡγεμονεύσαντι βιβλιδίου καὶ ἧς ἐτύχομεν ὑπογραφῆς ἐστὶν ἀντίγραφον· Λουκίῳ Οὐολουσίῳ Μαικιανῷ ἐπάρχῳ Αἰγύπτου παρὰ Ἀμμωνίου καὶ Μαρθεῖτος τῆς καὶ Ἡρακλείας ἀμφοτέρων Διογένους τοῦ Διογένους ἀπὸ τῆς μητροπόλεως τοῦ Ὀξυρυγχείτου. ἔτι ἀπὸ ια ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου ἀνήξαμεν ἀπὸ ἰδίων οἰκοπέδων ἀρχαίων πρότερον τοῦ μετηλλαχότος κατὰ πατέρα ἡμῶν πάππου Διογένους μητρὸς Σεψαρίου περὶ Σενεψαὺ τοῦ αὐτοῦ Ὀξυρυγχείτου ὡς συνεχωρήθη ἀμπέλου ἀρούρης τέταρτον ὄγδοον ἑκκαιδέκατον , οὗ τὸ ὀφειλόμενον πρόστιμον παραγραφὲν διεγράφη, καὶ περὶ τούτου προσεφώνησεν ὁ τῶν τόπων κωμογραμματεὺς συμφώνως γεγονέναι τὴν ἀναγραφὴν ἀπὸ ἰδίων οἰκοπέδων …τουμ… …ν καὶ διαγραφῆς τοῦ ὑπολόγου περι…ε… ἐπεὶ οὖν νῦν ἔγνωμεν ἐπί τε τούτου καὶ ἑτέρου ἦχθαι εἶδος διʼ οὗ δηλοῦται τοὺς ἐμφερομένους κτήτορας ἐνγράφως παραγγελέντας μὴ παρατεθεῖσθαι τοὺς δὲ τόπους εἶναι ἐν φυτείᾳ, διὰ τὸ Σεμπρώνιον Λιβεράλιον τὸν ἡγεμονεύσαντα τῷ γεναμένῳ ἐπʼ αὐτοῦ διαλογισμῷ τοῦ νομοῦ τῷ κ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ὑπογεγραφέναι ἐὰν μὴ ἐντὸς διμήνου παράθωνται ἐνέχεσθαι τοῖς ὡρισμένοις, ἐκ δὲ ὧν νῦν ἐπεσκεψάμεθα παρακειμένων τῷ εἴδει παρὰ τῷ τοῦ νομοῦ βασιλικῷ γραμματεῖ ἐμάθαμεν Διονύσιόν τινα γενόμενον τῷ κγ ἔτει ὑπηρέτην τοῦ τοῦ Ὀξυρυγχείτου στρατηγοῦ ὑπογεγραφέναι μεταδεδωκέναι Διογένει υἱωνῷ τοῦ σημαινομένου ἡμῶν πάππου, τοῦτον δὲ τὸν Διογένην ᾧ φησι μεταδεδωκέναι γενόμενον ἡμῶν ἀδελφὸν τετελευτηκέναι ἐν Θὼθ τοῦ … ἔτους θεοῦ Ἁδριανοῦ, ὡς ἐκ τούτου ἐλέγχεσθαι τὴν ἐκ τοῦ ὑπηρέτου Διονυσίου γενομένην ἐπὶ παραγραφῇ ἡμῶν κακουργίαν, μὴ γὰρ δύνασθαι αὐτὸν ὡς ἐκελεύσθη ἐπενεγκεῖν γράμματα τοῦ μετειληφότος ἐκ τῆς ἀληθείας μεταδεδωκέναι, ἀλλὰ ὡς ἐπάνω δηλοῦται πρὸ πολλοῦ χρόνου ἧς πεποίηται ὑπογραφῆς τετελευτηκέναι τὸν ἀδελφὸν ἡμῶν Διογένην· ἀναγκαίως οὖν, ἡγεμὼν κύριε, κατεφύγομεν ἐπὶ σὲ τὸν πάντων σωτῆρα καὶ εὐεργέτην καὶ ἀξιοῦμεν, ἐάν σου τῇ τύχῃ δόξῃ, γράψαι τοῖς τοῦ Ὀξυρυγχείτου στρατηγῷ καὶ βασιλικῷ γραμματεῖ ὅπως ἡμῶν παρατιθεμένων τὰ ἐξ ἀρχῆς ἐπιζητηθέντα μηδὲν ἐκ τῆς οὐ δεόντως γενομένης ὑπὸ τοῦ ὑπηρέτου ὑπογραφῆς καθʼ ἡμῶν …οκ…ε…, ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει. ἔστι δὲ ὑπογραφῆς αὐτοῦ ἀντίγραφον· οἱ ταῦτα δόντες τὰ βιβλίδια ἀριθμῷ δέκα ἐντύχετε Οὐηρνασίῳ Φακούνδῳ τῷ κρατίστῳ διοικητῇ, ᾧ τὰ ἴσα ἐπέμφθη. πρόθες. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἐπεὶφ. προετέθη Ἐπεὶφ ιδ. ἐπεὶ οὖν, κύριε, ὁ κράτιστος διοικητὴς ἐντευχθεὶς ὑφʼ ἡμῶν καὶ μαθὼν τὸν Διονύσιον τότε μὴ παρόντα ἀνέπεμψεν καὶ τοῦτο ἐπὶ σὲ οὕτως ἀποφηνάμενος· Οὐηρνάσιος Φακοῦνδος εἶπεν· τὸν ὑπηρέτην αἰτιᾷ, καὶ δεῖ παρόντος Διονυσίου ἐξετασθῆναι τὸ πρᾶγμα. ἔντυχε οὖν τῷ κρατίστῳ ἐπιστρατήγῳ, ὃς παρόντος αὐτοῦ περὶ τοῦ πράγματος διαγνώσεται, ἀξιοῦμεν, ἐὰν σοῦ τῇ τύχῃ δόξῃ, διαλαβεῖν περὶ τοῦ πράγματος, ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει. Ἀμμώνιος καὶ Μαρθῖον ἀμφότεροι Διογένους διὰ τοῦ ἑνὸς ἡμῶν Ἀμμωνίου ἐπιδεδώκαμεν. ἔτους β Φαρμοῦθι κ. τῇ τάξει· ἀκουσθήσεται. ενθαυ…

---

Documentary Papyri, P.Oxy. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;7.
