# P.Oxy. 7 1036

Documentary Papyri, P.Oxy. 7, P.Oxy. 7 1036. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-7/1036
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-7/1036

ἐμίσθωσαν Τίτοι Μάλιοι Σερῆνος καὶ Ἀλέξανδρος ἀμφότεροι Τίτου Μαλίου Ἡρακλᾶ διὰ τοῦ ἑνὸς Σερήνου Αὐρηλίῳ Ἡρακλήῳ Σαραπᾶ τοῦ Μο…ος μητρὸς Στεφανοῦτος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ Θὼθ τοῦ ἐνεστῶτος δ ἔτους τῶν ὑπαρχόντων αὐτοῦ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν καὶ τὰ ταύτης χρηστήρια πάντα, πλὴν τόπου ἑνὸς ὄντος ὑπὸ τὸν …νον καὶ τῶν ἐξ ἀπηλιώτου τῆς οἰκίας οἰκοπέδων, ἐνοικίου κατʼ ἔτος ἀργυρίου δραχμῶν τετρακοσίων , βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τὸ κατʼ ἔτος ἐνοίκιον διʼ ἑξαμήνου τὸ ἥμισυ καὶ χράσθω τῇ προκειμένῃ οἰκίᾳ ἐπὶ τὸν χρόνον ἀκωλύτως, μεθʼ ὃν παραδότω καθαρὰν ἀπὸ κοπρίων καὶ δείσης πάσης καὶ ἃς ἐὰν παραλάβῃ θύρας καὶ κλεῖδας, γεινομένης τῆς πράξεως παρά τε τοῦ μεμισθωμένου ὡς καθήκει. κυρία ἡ μίσθωσις περὶ ἧς ἀλλήλους ἐπερωτήσαντες ἀλλήλοις ὡμολόγησαν. ἔτους δ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Γοθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Ἀνικήτου Σεβαστοῦ Φαῶφι ιγ. Αὐρήλιος Ἡράκληος μεμίσθωμαι τὴν οἰκίαν καὶ ἀποδώσω τὸ ἐνοίκιον ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.

---

Documentary Papyri, P.Oxy. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;7.
