# P.Oxy. 7 1068

Documentary Papyri, P.Oxy. 7, P.Oxy. 7 1068. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-7/1068
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-7/1068

Σατορνῖλος κυρίῳ μου Ἀπολλωνίῳ χαίρειν. μὴ εὐπορήσας πλοῖον ἐν τῷ Ἀρσινοίτῃ ἔγραψα τῷ κυρίῳ μου Κληματίῳ τῷ ἀρχιερεῖ ἵνα μοι πλοῖον διαπέμψεται ἵνα δυνηθῶ τὸ σωμάτιν κατενεγκεῖν ἐν Ἀλεξανδριᾳ, καὶ διεπέμψατό μοι σκαφίδιον ἀρταβῶν ἑξήκοντα . οἱ ἀδελφοὶ οὖν οἱ ἐνέγκαντες αὐτὸ ἔλαβαν καὶ γράμματα ἀπʼ αὐτοῦ Κληματίου ἐφʼ ᾧ μηδεὶς ἐνοχλήσει αὐτοῖς κατὰ τόπον. ἀνελθόντες οὖν ἐν τῷ Ἀρσινοίτῃ ηὗρον τὸ σωμάτιν μήπου δυνάμενον κηδευθῆναι, ἀλλὰ ἡμερῶν ἀνοχὴν ἔχω. ἔδοξεν οὖν αὐτοῖς χάριν ἀναγκαίας χρείας γενέσθαι εἰς Τοού. παρακαλῶ οὖν, κύριέ μου, ὑπάρξαι αὐτοῖς καὶ τὰ τῆς σῆς σπουδῆς, ἵνα μοι μαρτυρήσουσιν ἀνελθόντες, καὶ εἴ τι ἂν ἄλλο σου χρείαν σχῶσιν σημείου χάριν ὅτι ἔπεμψας ἐπὶ τὸν ὄνον καὶ κατέσχον αὐτὸν ἕως γένωμαι πρὸς σέ. ἀξιώσω οὖν, κύριε μου, ἵνα δῷς αὐτοῖς γράμματα ἵνα μηδεὶς ἐνοχλήσει αὐτοῖς καθʼ ὁδόν, ἵνα δυνηθῶ κηδεύσας τὸ σωμάτιν ἐλθεῖν πρὸς σέ. ἐρρῶσθαί σοι εὔχομαι πολλοῖς χρόνοις. ἀπόδος Ἀπολλωνίῳ παρὰ Σατορνίλου.

---

Documentary Papyri, P.Oxy. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;7.
