# P.Oxy. 71 4828

Documentary Papyri, P.Oxy. 71, P.Oxy. 71 4828. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-71/4828
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-71/4828

…Στεφάνου μητρὸς Θαήσιος ἀπὸ τοῦ Μονίμου ἐποικίου Θέωνι Θέωνος ἀρχιερατεύσαντι τῆς Ὀξυρυγχιτῶν πόλεως σεβασμιωτάτου Ἁδριανείου χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας εἴκοσι κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος γ ἔτους ἃς ἀποδώσω σοι τῇ τριακάδι τοῦ μηνὸς Φαῶφι τοῦ εἰσιόντος δ ἔτους χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῷ τῇ δηλουμένῃ προθεσμίᾳ ἐκτείσω σοι ταύτας μεθʼ ἡμιολίας καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου, τῆς πράξεώς σου γινομένης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάν… …ος Στεφάνου μητρὸς Θαήσιος ἀπὸ τοῦ Μονίμου ἐποικίου Θέωνι Θέωνος ἀρχιερατεύσαντι τῆς Ὀξυρυγχιτῶν πόλεως σεβασμιωτάτου Ἁδριανείου χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας εἴκοσι κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος γ ἔτους , ἃς ἀποδώσω σοι τῇ τριακάδι μηνὸς Φαῶφι τοῦ εἰσιόντος δ ἔτους χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῷ τῇ δηλουμένῃ προθεσμίᾳ ἐκτείσω σοι ταύτας μεθʼ ἡμιολίας καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου, τῆς πράξεώς σου γινομένης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κύριον τὸ γράμμα δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου …

---

Documentary Papyri, P.Oxy. 71. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;71.
