# P.Oxy. 75 5058.1-32

Documentary Papyri, P.Oxy. 75, 5058.1 to 5058.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-75/5058.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-75/5058.1

… … Ψάμμιδος τοῦ …ίωνος Θέωνος … Φιλαντίνοον Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου ὁμοίως … ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν … ὑπαρχόντων κοινῶν πρὸς τοὺς κατὰ διαδοχὴν κληρονόμους … τῆς μέσης τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ μὲν τοῦ Ὥρου … καὶ τῆς προσούσης καλαμείας καὶ τροχοῦ ἐπικεχωσμένου …ων καὶ τῶν ἐν πᾶσι καὶ περὶ αὐτὰ φοινίκων καὶ ἐλαιῶν …του κτήματος σιτικῶν ἀρουρῶν ὀκτὼ ἡμίσους ὀγδόου … κώμαις καὶ οἰκόπεδα κληρονόμων Σεύθου, βορρᾶ δη… τῇ ἑξῇς δηλουμένῃ ἀρούρῃ μιᾷ, λιβὸς ἐκ μὲν τοῦ ἀπὸ νότου με… … τὸ πρὶν ἀνὰ μίαν ἥμισυ ἀρούρης μιᾶς καὶ τῶν ἐν αὐτῇ …ου κοιλώματα καὶ χρηστήρια τῆς ἀμπέλου, βορρᾶ Ἡρακλείδου τοῦ καὶ Διογένους γυμνασιαρχ- …ς γυμνασιαρχήσαντος καὶ ἄλλων, λιβὸς τὸ προκείμενον ἀμπελικὸν κτῆμα καὶ ἐκ … καὶ Θεοδώρου κλήρων ἀρουρῶν δύο ἢ ὅσαι ἐὰν ὧσι τῶν δὲ ὅλων ἐπὶ τὸ αὐτὸ ἀρουρῶν …ου κληρονόμων Ἀπολλωνίου τοῦ καὶ Κλαυδιανοῦ καὶ ὡς ἐχρημάτιζεν … καὶ ἄλλων ἰδιωτική, ἀπηλιώτου Ἀμμωνίου οὐετρανοῦ καὶ ὡς χρηματίζει … ἐκ δὲ τοῦ ἀπὸ νότου ἰδιωτική, ἐπὶ δὲ πάντων τῶν προκειμένων ὑπαρχόντων … ἐμαυτ…ς τῶν προκειμένων γειτνιῶν τὸ μὴ ὑποστέλλον τ…το εἶναι σοῦ τῆς παραχωρουμένης κατὰ τὸ μ… πωλούμενόν σοι ὑπ’ ἐμοῦ … τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς καὶ παραχωρητικοῦ τοῦ αὐτοῦ ἡμίσους μέρους … καὶ τῶν συνωνομασμένων αὐτοῖς πάντων ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς δισχιλίας πεντακοσίας … ἀπέσχον παρὰ σοῦ διὰ τοῦ Αὐρηλίου Ἁρθώνιος τοῦ καὶ Ὡρίωνος ἅσπερ προφέρεται …τω τὸν αὐτὸν πατέρα σου τῆς ὠνουμένης ἐχειν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν τῆς ζωῆς ἑαυτοῦ χρόνον … τῶν δηλουμένων ὑπαρχόντων πάντων κατ’ ἔτος προσόδους πάσας μετὰ τὰ δημόσια … σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις καὶ ἡλικίας γενομένην μετὰ τὴν το… καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ ἀνεμποδίστως ὅπερ καὶ ἐπάναγκον παρέξομαί σοι βέβαιον διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπό τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους … ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου καὶ άπὸ τῶν ὑπὲρ αὐτοῦ τελουμένων δημοσίων καὶ ἐπικλασμῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος δ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος ε ἔτους πρόσφορα εἶναί σου τῆς παραχωρουμένης εἰς τὸν ἅπαντα χρόνον πρὸς ἣν καὶ ἔσται τὰ ἀπὸ τοῦ αὐτοῦ ἐνεστῶτος ε ἔτους … ἀμπέλου, μηδεμιᾶς μοι μηδ ἄλλῳ ὑπὲρ ἐμοῦ ἐπὶ τοῦτο

---

Documentary Papyri, P.Oxy. 75. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;75.
