# P.Oxy. 77 5107

Documentary Papyri, P.Oxy. 77, P.Oxy. 77 5107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-77/5107
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-77/5107

ὁμολογοῦσιν ἀλλήλοις Μηνᾶς Εὐδαίμονος μητρὸς Ἀπίας ἀπ’ Ὀξυρύγχων πόλεως καταγινόμενος ἐν κώμῃ Ψώβθει τῆς πρὸς ἀπηλιώτου τοπαρχίας πράκτωρ ἀργυρικῶν κωμητικῶν λημμάτων τῆς προκειμένης Ψώβθεως τόπων καὶ Θέων Ὡρίωνος τοῦ Ἀμμωνίου μητρὸς Ταναχώτιδος ἀπὸ τῆς αὐτῆς Ὀξυρύγχων πόλεως, ὁ μὲν Μηνᾶς συνηλλαχέναι τῷ Θέωνι τῆς προκειμένης πρακτορείας τὴν γραμματείαν καὶ τὴν ἀπαίτησιν πάντων τῶν ὑπὸ τοῦ τοῦ νομοῦ βασιλικοῦ γραματέως ἐκτεθησομένων ἐπὶ τῆς αὐτῆς πρακτορείας ἀργυρικῶν κωμητικῶν γνησίων λημμάτων ἀπὸ ἀριθμήσεως τοῦ ὄντος μηνὸς Τυβι ἕως ἀριθμήσεως μηνὸς Χοιακ τοῦ εἰσιόντος κ ἔτους, ἐπὶ τῷ τὸν αὐτὸν Θέωνα τὴν ἀπαίτησιν καὶ τὸν συγκλεισμὸν τῶν κωμητικῶν γνησίων λημμάτων ποιήσασθαι ὑπακούοντα … κατὰ μῆνα …τήσει καὶ ἐπιδιδόντα τῷ τοῦ νομοῦ στρατηγῷ τὴν ἑκάστου μηνὸς διαστολὴν. ἔτι δὲ καὶ σύμβολα τοῖς διαγράφουσι ἐκδεδόσθαι, τῶν ἀπόρων καὶ δυσπράκτων ἐπιστελλομένων ὑπὸ τοῦ Θέωνος τῷ τῶν τόπων κωμογραμματεῖ, ὀψωνίου τοῦ συμφωνηθέντος πρὸς ἀλλήλους σὺν τιμῇ χαρτῶν καὶ γράπτρων τῶν τῆς πρακτορείας βιβλίων καὶ καταχωρισμοῦ τούτων τῷ τε τοῦ νομοῦ ἐκλογιστῇ καὶ οἷς ἄλλοις προσήκει ἀργυρίου δραχμῶν πεντακοσίων εἴκοσι, ἀφ’ ὧν αὐτόθι ἔσχεν ὁ Θέων δραχμὰς τεσσαράκοντα. τὰς δὲ λοιπὰς δραχμὰς τετρακοσίας ὀγδοήκοντα παραλήμψεται ὁ αὐτὸς Θέων παρὰ τοῦ αὐτοῦ Μηνᾶ ταῖς προθεσμίαις Φαρμουθι ιϛ δραχμὰς ἑκατόν, Ἐπειφ δραχμὰς ἑκατὸν ὀγδοήκοντα καὶ ἐφ’ ἐνιαυτὰ Φαωφι τὰς λοιπὰς δραχμὰς διακοσίας· ὁ δὲ Θέων εὐδοκεῖν ἐπὶ τούτοις καὶ ἕκαστα ποιήσειν ὡς ἐπάνω δεδήλωται οὐκ ἐξόντος οὐδενὶ τῶν ὁμολογούντων παραβαίνειν τὰ προκείμενα. κύριον τὸ ὁμολόγημα. ἔτους ιθ Αὐτοκρατόρων Kαισάρων Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Βρεταννικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου …

---

Documentary Papyri, P.Oxy. 77. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;77.
