# P.Oxy. 77 5123

Documentary Papyri, P.Oxy. 77, P.Oxy. 77 5123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-77/5123
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-77/5123

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κθ τοῖς τὸ ιδ μετὰ τὴν ὑπατείαν Φλαουΐου Βασιλείου τοῦ λαμπροτάτου, Παχων δ, ἰνδικτίονος γ ἐν Ὀξυρύγχων πόλει. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιοι Ἀπολλῶς υἱὸς Ἀβρααμίου μητρὸς … καὶ Ἁτρῆς υἱὸς Φιβ μητρὸς … ἀμφότεροι ὁρμώμενοι ἀπὸ κτήματος Πέραν Μερμέρθων κτήματος τῆς ὑμετέρας ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφοι αὐτῆς γεωργοὶ χαίρειν. ὁμολογοῦμεν ὀφείλειν καὶ χρεωστεῖν τῇ ὑμετέρᾳ ὑπερφυείᾳ, ὑπὲρ … ῥύσεως οἴνου τῆς παρούσης τρίτης ἰνδικτίονος … αὐτῇ, οἴνου διπλᾶ διακόσια πεντήκοντα ἐννέα. ἔσχαμεν δὲ παρὰ τῶν διαφερόντων τῇ ὑμετέρᾳ ὑπερφυείᾳ χρυσοῦ νόμισμα ἓν καὶ ὁμολογοῦμεν παρασχεῖν αὐτῇ ὑπὲρ τούτου ἕτερα οἴνου σηκώματα ἑβδομήκοντα ca… γίνεται ὁμοῦ οἴνου σηκώματα τκθ , ὅνπερ οἶνον παρὰ ληνὸν ἀπὸ γλεύκους ἀδόλου, τῶν διαφερόντων τῇ ὑμετέρᾳ ὑπερφυείᾳ παρεχόντων ἡμῖν τὰ κοῦφα, ὁμολογοῦμεν ἀποδοῦναι αὐτῇ μετὰ καὶ τῆς ἡμῶν ῥύσεως ἐν τῷ Μεσορη μηνὶ τῆς σὺν θεῷ ῥύσεως τετάρτης ἰνδικτίονος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀπολλῶς υἱὸς Ἀβρααμίου καὶ Ἁτρῆς υἱὸς Φιβ οἱ προγεγραμμένοι πεποιήμεθα τοῦτο τὸ γραμμάτιον τῶν τοῦ οἴνου τριακοσίων εἴκοσι ἐννέα γεουχικῶν καὶ ἀποδώσομεν ἐν τῇ προθεσμίᾳ καὶ στοιχεῖ ἡμῖν πάντα ὡς πρόκειται. Βίκτωρ υἱὸς Φιλοξένου ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu Victoros etelioth γραμμάτιον γενόμενον παρὰ Ἀπολλῶτος καὶ Ἁτρῆτος ἀπὸ κτήματος Πέραν Μερμέρθων …

---

Documentary Papyri, P.Oxy. 77. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;77.
