# P.Oxy. 8 1101

Documentary Papyri, P.Oxy. 8, P.Oxy. 8 1101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-8/1101
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-8/1101

ἀντίγραφον διατάγματος. Φλαύιος Εὐτόλμιος Τατιανὸς ὁ λαμπρότατος ἔπαρχος Αἰγύπτου λέγει· οὐ … μὲν …ε…ρεισει καὶ παρʼ ὀλίγων τῶν πρώτων πυθόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τρόπον τινὰ λαμβάνων ἐκ τῶν εἰς ἑκάστην πόλιν τε καὶ ἐνορίαν γιγνομένων. ἔγνων γὰρ ἐξ ἐντεύξεων ὥς τινες τῶν ἰδιωτῶν τὴν τύχην ἄνευ πλεονεξίας, εἴτε ὑπὸ κακίας ἢ καὶ ὑπὸ κακοβουλίας τῆς προαιρέσεως βουλόμενοι τοὺς διαδικοῦντας πάνυ καταπονεῖν, προσφεύγουσιν τοῖς κατὰ τόπον πραιποσίτοις βιβλία τούτοις ὡς ἐπιδιδόντες καὶ παρασκευάζοντες ἐκπράττεσθαι παρʼ αὐτῶν τοὺς τὴν τύχην, ὡς ἔφην, ἰδιώτας. ὅτι δὲ κεκώλυται παρὰ τοῖς νόμοις τοῦτο, δῆλον· τῷ γὰρ πραιποσίτῳ μὲν στρατιωτῶν ἄρχειν ἔξεστι, ἰδιωτῶν δὲ οὐκέτι, τοὺς δὲ ἄρχοντας τῆς ἐπαρχίας εθ… … ιν τούτοις καὶ δέχεσθαι προσιόντας παρεγγυᾶται. τοιγάρτοι διὰ τοῦδε τοῦ προγράμματος ἅπασιν δῆλόν ἐστιν τοῦ λοιποῦ. εἰ γάρ τις τῶν ἰδιωτῶν παρὰ στρατιώτῃ τι ἔχοι καὶ θαρσήσῃ τῇ ἐκδικίᾳ τοῦ πραιποσίτου καὶ ὡς βοηθηθήσεται παρʼ αὐτοῦ πέποιθεν, προσίτω· οὐδὲ γὰρ δύναται ἐπὶ τῶν τόπων τῆς προσηκούσης τυγχάνειν παρʼ ἄλλου βοηθείας. εἰ δὲ πρὸς ἰδιώτην τὴν τύχην, μὴ διαπειράτω τοῦτο ποιεῖν. εἰ γὰρ τὶς ὀφθείη παραλιμπάνων τὸ οἰκεῖον δικαστήριον ἐφʼ οὓς δὲ οὐ προσῆκεν καταφεύγων ποτέ, δημοτικῆς ὢν τύχης, τοῦτον νῆσον οἰκῆσαι κελεύω, ἐὰν δὲ ᾖ βουλευτής, δημεύσει ὑποβάλλω. διὸ παρεγγυῶ τοῖς ἐπὶ τόπων ῥιπαρίοις ἵνʼ, εἴ τινα τῶν ἰδιωτῶν καταλάβοιεν παραλιπόντα τὸ οἰκεῖον δικαστήριον ἐπὶ πραιποσίτους καταπεφευγότα

---

Documentary Papyri, P.Oxy. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;8.
