# P.Oxy. 8 1117

Documentary Papyri, P.Oxy. 8, P.Oxy. 8 1117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-8/1117
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-8/1117

παρά τινος καί τινος γενομένων ἐπιμελητῶν χρυσοῦ ξοάνου Ἀθηνᾶς τῆς καὶ Θοήριδος θεᾶς μεγίστης. ἔναγχος, ἡγεμὼν κύριε, ἐπιδημήσας ἐν τῇ ἡμετέρᾳ πόλει διέγνως μεταξὺ ἡμῶν καὶ ἀρχόντων ἔκκλητον … περὶ ὧν ὁ κράτιστος Μάγνος ἐκέλευσεν τῇ πόλει εἰσενεχθῆναι ἐν α… τάλαντα ιη ὑπὸ τῶν τὴν Θοῆριν ποιησάντων καὶ τῶν τοῦ ἔτους ἐστεφανωμένων ἀρχόντων· περὶ ὧν σὺ ὁ κύριος κατὰ τὰ δόξαντά σοι ἀπεφήνω οὕτως· ὁ τὴν ὑπόσχεσιν δοὺς καὶ ὁ τὴν σύνοψιν εἰληφὼς καὶ οἱ ἄρχοντες οἱ ἐξοδιάσαντες καὶ οἱ ἐπιμεληταὶ ἀποκαταστήσετε τῇ πατρίδι ὑμῶν τὸ ἐνδέον τοῦ χρυσίου κατὰ τὸ … ἡμεῖς οὖν, κύριε, αὐτοὶ μέτριοι ὄντες ἀξιοῦμεν ἀκολούθως καὶ τῇ ἀποφάσει … καὶ τοὺς ἐξοδιάσαντας δύο γυμνασιάρχους ὄντας τοῦ ἔτους καὶ τὸν ἀν… Θέωνα καὶ αὐτὸν ἐξοδιάσαντα διʼ ὅλου τοῦ ἔτους καὶ αἵρεσιν … παρά τε τεχνιτῶν χρυσοχόων λαβόντα καὶ γράμματα τῆς παραδόσεως παρὰ χρυσοχόων τῶν παραλαβόντων σχόντα καὶ ἐπὶ τόπων εἰς τὴν δ… καταχωρίσαντα ἀκολούθως οἷς καὶ κατεχώρισεν ὑπομνήμασι συντελεῖν εἰς φόρους ἡμῖν ϛ τὸν ἀριθμὸν ἐπιμεληταῖς …ηγε… ὄντες τὰ ιη τάλαντα τῇ πόλει ἐκ δυεῖν ταλάντων εἰσενέγκωμεν … καὶ οὕτως τὸ κελευσθὲν ὑπὸ σοῦ τοῦ κυρίου ἀκολούθως καὶ οἷς ἀπεφήνω γένηται, ἵνʼ ὦμεν εὐεργετημένοι. ἡμεῖς γὰρ … μέτρια κεκτήμεθα ἐξ ὧν καὶ μόλις ζῶμεν. διὸ δίκαιόν ἐστιν ἄλλας προθεσμίας ἡμῖν εἰς τὴν ἀπόδοσιν δοῦναι ἵνα … ὑπὸ ἑκάστου ἡμῶν τῶν ἐπιμελητῶν κατʼ ἔτος πόλει εἰσενεχθῶσι … δραχμαὶ Β, καὶ οὕτως καὶ ἡμεῖς δυνηθῶμεν ἐν τῇ ἰδίᾳ παραμένειν … καὶ μὴ ἀθρόως πολιορκηθέντες πρὸς τὴν … πρατοὶ γενέσθαι.

---

Documentary Papyri, P.Oxy. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;8.
