# P.Oxy. 8 1119.1-15

Documentary Papyri, P.Oxy. 8, 1119.1 to 1119.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-8/1119.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-8/1119.1

κη. … στρατηγὸς Ὀξυρυγχείτου Αὐρηλίῳ Ἡρᾷ φυλάρχῳ τοῦ εἰσιόντος δ ἔτους. ἐπιστέλλεταί σοι τὸ βιβλίδιον Αὐρηλίων Θέωνος καὶ Ἀρσινόου ἀμφοτέρων Θέωνος Σεβαστείων τῶν καὶ Διοσκουρείων Ἀντινοέων, ἐντεταγμένων καὶ ἀντιγράφων ἐπιστολῶν δύο , τῆς μὲν γραφείσης ὑπὸ τῆς κρατίστης Ἀντινοέων βουλῆς Ἀντωνίῳ Ἀλεξάνδρῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ, τῆς δὲ ὑπὸ τοῦ αὐτοῦ ἐπιστρατήγου τῷ τότε γινομένῳ στρατηγῷ, ἀλλὰ καὶ τῆς γενομένης προσφωνήσεως ὑπὸ τοῦ τότε ἀμφοδογραμματέως. ἔτους γ Αὐτοκρατόρων Καισάρων Γαΐου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Μεσορὴ κγ. … στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίων Θέωνος καὶ Ἀρσινόου Θέωνος Σεβαστείων τῶν καὶ Διοσκουρείων Ἀντινοέων. ἐπεὶ τῇ πρὸ ταύτης περιόδῳ τῶν μελλόντων λειτουργεῖν τοῖς ἐνταῦθα ἀμφόδοις ὁ τότε γενόμενος ἀμφοδογραμματεὺς Αὐρήλιος Σαραπίων … εἰσήγγειλεν ἡμᾶς διὰ τῆς καταχωρισθείσης ὑπʼ αὐτοῦ γραφῆς λειτουργιῶν εἰς πρακτορίαν ἀργυρικῶν τῆς μητροπόλεως, αὐτοί τε εὐθέως περιηχηθέντες ἐκεῖσε … οὐχ ἡσυχάσαμεν, ἀλλὰ προσήλθομεν τῇ κρατίστῃ βουλῇ ὑφηγησάμενοι τὴν τόλμαν καὶ τὴν παρανομίαν τοῦ αὐτοῦ ἀμφοδογραμματέως, ἥτις ἀγανακτήσασα ἐπέστειλεν τῷ κρατίστῳ ἐπιστρατήγῳ Ἀντωνίῳ Ἀλεξάνδρῳ, ὃς τὸν νοῦν προσέχων δικαίοις τοῖς μάλιστα δεδομένοις τῇ ἡμετέρᾳ πατρίδι ἐπέστειλεν τῷ τότε στρατηγῷ Αὐρηλίῳ Δείῳ τῷ καὶ Περτίνακι κελεύσας αὐτὸν ἐπαναγκασθῆναι ἢ προχειρίσασθαι ἑτέρους ἀνθʼ ἡμῶν εἰς τὴν λειτουργίαν ἢ … τὰ τῆς παρανομίας, ὅ τε στρατηγὸς πάντα ἐπέστειλεν τῷ ἀμφοδογραμματεῖ, ἐκεῖνός τε εὐλαβῶς ἔχων τὸν ἐπηρτημένον αὐτῷ ἐκ τοῦ παρανομήματος κίνδυνον … αὐτὸς ὑπέσχετο ἀντὶ τῆς ἁμαρτίας, ἀγνοίας πρόφασιν ὑποτιμησάμενος, ὑποστήσεσθαι τὸ μετὰ τοῦτο τὰς λειτουργίας. ὅθεν καὶ νῦν ὑπὲρ τοῦ μὴ καὶ τὸν νυνὶ φύλαρχον δοκεῖν ἀγνοεῖν αὐτὰ ταῦτα … διὰ τὸ τὸν ἕτερον ἡμῶν Αὐρήλιον Θέωνα ἐκεῖ ἐν τῇ πατρίδι εἶναι προσευκαιροῦντα ταῖς λειτουργίαις εἰς ἃς προεχειρίσθημεν τοῦ στοίχου καταλαβόντος τὴν ἡμετέραν βουλὴν τῷ ἐνεστῶτι ἔτει … ἐπιδίδομέν σοι τὰ ὑποκείμενα ἀντίγραφα ἀξιοῦντες αὐτὰ ταῦτα φανερὰ γενέσθαι διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν τῷ τῶν μελλόντων λειτουργεῖν ἀμφόδων φυλάρχῳ Αὐρηλίῳ Ἡρᾷ ἵνʼ εἰδῇ. ἔτους γ Αὐτοκρατόρων Καισάρων Γαΐου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Μεσορή. ἔστι δὲ τὰ ἀντίγραφα· Ἀντινοέων νέων Ἑλλήνων τῆς λαμπρᾶς πόλεως οἱ ἄρχοντες καὶ ἡ βουλὴ Ἀντωνίῳ Ἀλεξάνδρῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ χαίρειν. οἶσθα, κράτιστε τῶν ἐπιτρόπων, τῷ χρόνῳ τῆς ἐπιτροπῆς εἰ καί τις ἕτερος πλήρης γεγονὼς τῶν ἐξαιρέτων τῆς ἡμετέρας πατρίδος δικαιωμάτων, ὅτι πρῶτον μὲν θεὸς Ἁδριανὸς

---

Documentary Papyri, P.Oxy. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;8.
