# P.Oxy. 8 1119.16-28

Documentary Papyri, P.Oxy. 8, 1119.16 to 1119.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-8/1119.16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-8/1119.16

… ἀπῴκισεν εἰς αὐτὴν ἀπὸ τῶν ἐν Αἰγύπτῳ πόλεων ἐνομοθέτησεν σαφῶς παρὰ μόνοις μὲν ἡμῖν ἄρχειν καὶ λειτουργεῖν, πασῶν δὲ ἀπηλλάχθη τῶν παρʼ ἄλλοις ἀρχῶν τε καὶ λειτουργιῶν, ἔπειτα δὲ … διαδεξάμενοι τὴν βασιλείαν τὴν ὑπάρχουσαν ἡμῖν καὶ ἐν τούτῳ ἄδειαν ἐβεβαίωσαν πολλάκις, οἷς ἑπόμενοι εὐσεβῶς καὶ οἱ κατὰ καιρὸν ἡγησάμενοι τοῦ ἔθνους καὶ ὑμεῖς οἱ κράτιστοι οὐ μόνον ἀφίετε ἡμᾶς πασῶν τῶν παρʼ ἄλλοις ἀρχῶν τε καὶ λειτουργιῶν ἀλλὰ καὶ δίκην ἀπαιτεῖτε τῆς παρανομίας παρὰ τῶν πλημμελεῖν ἐπιχειρούντων εἴς τε τὰς θείας νομοθεσίας καὶ τὰς τῶν ἡγεμόνων κρίσεις. ἐπεὶ οὖν Αὐρήλιοι Θέων καὶ Ἀρσίνοος παρʼ ἡμῖν …συμπολῖται ἡμέτεροι προσῆλθον ἡμῖν διὰ βιβλιδίων αἰτιώμενοι Σαραπίωνα ἀμφοδογραμματέα τῆς Ὀξυρυγχειτῶν πόλεως ὡς ἀμφοτέρους αὐτοὺς εἰς πρακτορίαν μητροπολιτικῶν λημμάτων ἀναδεδωκότα … ἐπιδίδομεν σοῦ τῇ ἐπιμελείᾳ ὅπως κελεύσῃς τῷ στρατηγῷ τοῦ αὐτοῦ νομοῦ δυοῖν θάτερον γενέσθαι, τὸν ἀμφοδογραμματέα γνωσιμαχήσαντα ἑτέρους ἀντʼ αὐτῶν ἀναδοῦναι εἰς τὴν λειτουργίαν ἢ … ἀπαντῆσαι πρὸς τὴν εὐτυχῶς ἐσομένην σου ἐπιδημίαν ἵνα κατὰ τοὺς πατρίους τῆς ἡμετέρας πολιτείας νόμους λόγον ὑπόσχῃ τῆς τε τῶν θείων νόμων καὶ τῶν ἡγεμονικῶν κρίσεων ὕβρεως … ἐρρῶσθαί σε εὐχόμεθα. ἔτους β Μάρκων Ἰουλίων Ἁθὺρ λ. ἀντίγραφον ἐπιστολῆς· Ἀντώνιος Ἀλέξανδρος στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. τίνα μοι ἐπέστειλαν Ἀντινοέων νέων Ἑλλήνων λαμπρᾶς πόλεως οἱ ἄρχοντες καὶ ἡ βουλὴ ὅπως εἰδῇς τούτοις μου τοῖς γράμμασι ὑποταγῆναι ἐκέλευσά σοι. φρόντισον τὸν ἀμφοδογραμματέα ὃν αἰτιῶνται τῇ ἑαυτῶν πολιτείᾳ προσήκοντας ἀναδεδωκέναι εἰς πρακτορίαν παρεῖναι … λόγον ὑποσχήσοντα ὧν ἔπραξεν παρὰ τὰ νενομοθετημένα, εἰ ἔτι αὐτοὺς ὡς προσήκοντας αὐτῷ ὑπαγαγεῖν ἐπιχειροίη τῇ λειτουργίᾳ. ἐρρῶσθαί σε εὔχομαι. ἔτους β Μάρκων Ἰουλίων Μεχεὶρ γ. τῆς δὲ προσφωνήσεως· Αὐρηλίῳ Δείῳ τῷ καὶ Περτίνακι στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Σαραπίωνος ἀμφοδογραμματέως τῆς Ὀξυρυγχειτῶν πόλεως. ἐπεστάλην ὑπὸ σοῦ τῇ α τοῦ Φαμενὼθ μηνὸς ἐπίσταλμα ᾧ ἐντέτακται ἀντίγραφον ἐπιστολῆς τῆς γραφείσης σοι ὑπὸ Ἀντωνίου Ἀλεξάνδρου τοῦ κρατίστου ἐπιστρατήγου, ὑποτεταγμένων αὐτῇ καὶ τῶν ἀνενεχθέντων αὐτῷ ὑπὸ τῆς κρατίστης τῶν Ἀντινοέων βουλῆς ἕνεκεν Αὐρηλίων Θέωνος καὶ Ἀρσινόου διδυμαγενῶν … ἀναδοθέντων ὑπʼ ἐμοῦ εἰς πρακτορίαν ἀργυρικῶν μητροπόλεως, ὧν τὸν ἕτερον Ἀρσίνοον ὡς Πατερμ…, ὅπως τὴν κάθοδον ποιήσομαι πρὸς τὸν κράτιστον ἐπιστράτηγον ἐὰν ἔτι αὐτοὺς ὡς προσήκοντας ἡμῖν ὑπαγαγεῖν ἐπιχειρῶ τῇ λειτουργίᾳ. ἐπισκεψάμενος οὖν εὗρον αὐτοὺς ἔχειν δίκαια Ἀντινοειτικὰ ἐκ πατρός, ὡς καὶ ἔκτοτε μαθὼν ὑπέστην τὴν ὑπὲρ αὐτῶν λειτουργίαν· ἅπερ προσφωνῶ. ἔτους β Μάρκων Ἰουλίων Φαρμοῦθι ιγ.

---

Documentary Papyri, P.Oxy. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;8.
