# P.Oxy. 8 1121

Documentary Papyri, P.Oxy. 8, P.Oxy. 8 1121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-8/1121
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-8/1121

ἐπὶ τῶν ὄντων ὑπάτων. Αὐρηλίῳ Ἀμμωνίῳ βενεφικιαρίῳ ἐπάρχου Αἰγύπτου παρὰ Αὐρηλίας Τεχώσιος Διοδώρου μητρὸς Τεχώσιος ἀπὸ τῆς Μικρᾶς Ὀάσεως καταγεινομένης ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχειτῶν πόλει. οὐκ ὀλίγος κίνδυνος οὐδὲ ἡ τυχοῦσα ἐπιστρέφεια ἐπήρτηται ἐκείνοις τοῖς εὐχερῶς συλήσει καὶ ἁρπαγῇ τῶν ἀλλοτρίων ἑαυτοὺς ἐπιδιδοῦσι. καὶ αὐτὴ γὰρ ἀνυπέρβλητον ἐπίθεσιν καὶ ἁρπαγὴν πάσχουσα πρόσειμι μαρτυρομένη τὰ εἴς με ἐπιχειρηθέντα. ἡ προκειμένη μου μήτηρ Τεχῶσις νόσῳ καταβληθεῖσα κατὰ τὴν ἐμαυτῆς μετριότητα ταύτην ἐνοσοκόμησα καὶ ὑπηρέτησα καὶ οὐκ ἐπαυσάμην τὰ πρέποντα γείνεσθαι ὑπὸ τέκνων γονεῦσι ἀναπληροῦσα. ὥσπερ ταύτης πρὸ ὀλίγων τούτων ἡμερῶν τὸν βίον ἀναπαυσαμένης ἀδιαθέτου ἐπʼ ἐμοὶ τῇ θυγατρὶ κληρονόμῳ κατὰ τοὺς νόμους, πάλιν τὰ πρὸς τὴν κηδείαν αὐτῆς παρέσχον καὶ τὰ καθήκοντα ἐπὶ τῷ θανάτῳ ἐξετέλεσα. καὶ ὡς ἐμοῦ περὶ τὴν συμφορὰν οὔσης οὐκ οἶδα τίνι λόγῳ ἢ πόθεν κινηθέντες Σωτᾶς τις καὶ Παποντῶς καταμένοντες ἐν τῇ αὐτῇ οἰκίᾳ ἔνθα ἡ μήτηρ μου ᾤκει ἐκ γειτόνων μου ἐπιστάντες τοῖς καταλειφθεῖσι ὑπʼ αὐτῆς κινουμένοις τε πλείστοις, χρυσῷ οὐκ ὀλίγῳ, ἐνδομενείᾳ τοιαύτῃ, ἐσθῆτι πολυτιμοτάτῃ, καὶ ἄλλοις, ἅπαντα ὡς ἐν ἀνομίαις ἀπεσύλησαν, τί σκεπτόμενοι οὐκ ἐπίσταμαι. καὶ ἵνα ἐμοῦ τὴν περὶ τούτου ἐκδικίαν αἰτεῖν μελλούσης παρὰ τῷ μείζονι οὗτοι ἐμφάνειαν ἑαυτῶν ποιήσωνται ἀναγκαίως ἐπιδίδωμι τάδε τὰ βιβλία μαρτυρομένη μὲν τὸ ἐπιχείρημα ἀξιοῦσα δὲ τούτους ἐπαναγκασθῆναι ἱκανὰ ἔνγραφα παρασχεῖν μονῆς καὶ ἐμφανείας, ἐμοῦ ἤδη τὴν πρὸς τὸν μείζονα φυγὴν ποιουμένης, τούτων δὲ τὰ ἴσα διὰ τῆς σῆς ἐμμελείας ἀνυσθῆναι τῇ ἡγεμονίᾳ. ἔτους ια καὶ ἔτους ι τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους γ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεχεὶρ ιδ. Αὐρηλία Τεχῶσις ἐπιδέδωκα. Αὐρήλιος Ἀγαθὸς Δαίμων Σερήνου ἔγραψα ὑπὲρ αὐτῆς φαμένης μὴ εἰδέναι γράμματα. Τασαβῆς τῷ βενεφικιαρίῳ κατὰ τῶν τέκνων αὐτῆς. Πολυδεύκει ἀπὸ τῆς …λ πάρος ἔτους τούτου χρόνου.

---

Documentary Papyri, P.Oxy. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;8.
