# P.Oxy. 83 5378

Documentary Papyri, P.Oxy. 83, P.Oxy. 83 5378. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-83/5378
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-83/5378

… Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ Νέᾳ Ἰουστίνου πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιοι Παμούθιος μείζων υἱὸς Ἀσοείου καὶ Ἰωάννης οἰκονόμος τοῦ τόπου τῆς ἁγίας αμα Βης υἱὸς Παύλου καὶ Ἀνούθιος γραμματεύς υἱὸς Παμουθίου ἑτέρου, οἱ τρεῖς ὁρμώμενοι ἀπὸ κώμης Ταμπετι παγαρχουμένης καὶ ὑπὸ τοῦ ἐνδόξου οἴκου τῆς ὑμῶν ὑπερφυείας τοῦ Ἰουστινοπολίτου νομοῦ, χαίρειν. ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοι τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμῶν ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρηλίους Βίκτορα υἱὸν Φιβ καὶ Ὀννώφριον υἱὸν Ἀπολλῶ καὶ Ἀπολλῶν ἕτερον υἱὸν Καλάμμωνος καὶ Φιλόξενον Καλάμμωνος ἑτέρου καὶ Παμουν υἱὸν Ἁρεώτου καὶ Ἰσὰκ υἱὸν Παμουθίου καὶ …ειον υἱὸν Ψεείου καὶ Ὀννώφριον ἕτερον υἱὸν Ἰωάννου ὁρμωμένους καὶ αὐτοὺς ἀπὸ τῆς αὐτῆς κώμης, ἐφ’ ᾧτε αὐτοὺς ἀδιαλείπτως διάγειν καὶ παραμεῖναι ἐν τῇ αὐτῶν κώμῃ μετὰ τῶν γαμετῶν αὐτῶν καὶ φιλτάτων καὶ κτηνῶν καὶ πάσης τῆς αὐτῶν ἀποσκευῆς ἀποκρινομένους εἰς ἅπαντα τὰ ὁρῶντα τὸ αὐτῶν πρόσωπον ἤτοι τὴν τοῦ κωμήτου τύχην καὶ μηδαμῶς αὐτοὺς καταλεῖψαι τὴν αὐτὴν κώμην ἀλλὰ καὶ ἐπιζητουμένους αὐτοὺς ἐκ τῶν ἐγγυητῶν παρὰ τῆς ὑμῶν ὑπερφυείας ἕνεκεν δημοσίων αὐτῶν ἢ ἑτέρας αἰτίας τούτους ἢ τὸν ἐπιζητούμενον ἐξ αὐτῶν παραφέρομεν καὶ παραδώσομεν ἐν τῇ φυλακῇ τοῦ αὐτοῦ ἐνδόξου οἴκου δίχα παντὸς τόπου προσφυγῆς ἔνθα αὐτοὺς καὶ παρειλήφαμεν. ἢ εἰ μὴ τοῦτο ποιήσομεν ὁμολογοῦμεν ὑπεύθυνοι εἶναι πᾶσιν τοῖς πρὸς αὐτοὺς ἐπιζητουμένοις ἀποκρίνασθαι ἀποταττόμενοι τῷ προνομίῳ τῶν ἐγγυητῶν κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Παμούθιος ἐλάχιστος μείζων υἱὸς τοῦ μακαρίου Ἀσωείου ὁ προγεγραμμένος στοιχεῖ … Ἰωάννης οἰκονόμος αμα Βης υἱὸς τοῦ μακαρίου Παύλου ὁ προγεγραμμένος στοιχεῖ ἡ παροῦσα ἐγγύη ὡς πρόκειται. Αὐρήλιος Ἀνούθιος γραμματεὺς υἱὸς Παμουθίου ὁ προγεγραμμένος στοιχεῖ ἡ παροῦσα … ἐγγύη ὡς πρόκειται. di emu Ioahnnu sumbolaiographu eteliothe ἐγγύη γεναμένη παρὰ Παμουθίου μείζονος καὶ Ἰωάννου οἰκονόμου τοῦ τόπου τῆς ἁγίας αμα Βης καὶ Ἀνουθίου γραμματέως …

---

Documentary Papyri, P.Oxy. 83. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;83.
