# P.Oxy. 83 5384

Documentary Papyri, P.Oxy. 83, P.Oxy. 83 5384. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-83/5384
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-83/5384

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους γ, μετὰ τὴν ὑπατείαν τοῦ τῆς θείας λήξεως γενομένου ἡμῶν δεσπότου Τιβερίου Κωνσταντίνου ἔτους ϛ, month n, ἰνδικτίωνος γ, ἔτους σξα σλ. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσι τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιοι Ἀνουπ υἱὸς …υς υἱὸς Ἰούστου μητρὸς … ὁρμώμενος ἀπὸ κτήματος … τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφος αὐτῆς ναύτης. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Ἰοῦστον ναύτην υἱὸν Σιλβανοῦ μητρὸς Ταρίλλας ὁρμώμενον καὶ αὐτὸν ἀπὸ τοῦ αὐτοῦ κτήματος ἐφ’ ᾧτε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι καὶ μηδαμῶς αὐτὸν ἀπολιμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον, ἀλλὰ καὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς ὑμετέρας ὑπερφυείας ἐν οἱᾳδήποτε ἡμέρᾳ, οἱασδηποτοῦν ἕνεκεν προφάσεως, τοῦτον παραφέρω καὶ παραδώσω δίχα παντὸς τόπου προσφυγῆς ἔνθα αὐτὸν καὶ παρείληφα, ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. τὸ κοινὸν τῶν προγεγραμμένων ὀνομάτων στοιχεῖ ἡμῖν αὕτη ἡ ἐγγύη ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. … ἐγγύη … Ἀνουπ υἱοῦ … καὶ …α…ου υἱοῦ Ἰούστου ἀναδεχομένων Ἰοῦστον …αν…ου

---

Documentary Papyri, P.Oxy. 83. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;83.
