# P.Oxy. 83 5396

Documentary Papyri, P.Oxy. 83, P.Oxy. 83 5396. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-83/5396
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-83/5396

… Φαωφι κδ τῆς εὐτυχοῦς τεσσαρεσκαιδεκάτης ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει. Φλαουΐῳ Ἀπίωνι τῷ ἐνδοξοτάτῳ καὶ ὑπερφυεστάτῳ ὑπάτῳ υἱῷ τῶν τῆς ε… εὐκλεοῦς μνήμης Στρατηγίου καὶ Πραιϊέκτης διὰ Ἠλία ὑμετέρου οἰκέτου τοῦ καὶ παρόντος καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τὰς ἀπὸ τῆσδε τῆς ἐπερωτήσεως ἀγωγάς τε καὶ ἐνοχὰς καὶ πᾶν δίκαιον Πλουτῖνος ἀρχισύμμαχος τοῦ ὑμετέρου ἔνδόξου οἴκου υἱὸς Ἠλίᾳ ἀφ’ Ἡρακλέους πόλεως, γράμματα μὲν ἐπιστάμενος, μὴ δυνόμενος δὲ καθυπογράψαι διὰ τὴν αὐτοῦ ὀφθαλμίαν, ἐπέτρεψεν δὲ τὸν αὐτοῦ ἀδελφὸν Χρῆστον ὑμέτερον ῥιπάριον ὑπὲρ αὐτοῦ καθυπογράψαι, χαίρειν. ὁμολογῶ ἑκουσίως διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ ἄνευ συναρπαγῆς ἐγγυᾶσθαι παρὰ τῆς ὑμετέρας ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων καὶ ἀναδέχεσθαι Μακάριον πρεσβύτερον υἱὸν Παπνουθίου καὶ … Κερεκῶνα υἱὸν Μηνᾶ καὶ Ἀβραάμιον υἱὸν Ἀνουπ πραγματευτὰς ἀπὸ κώμης ὑμετέρας …εινης τοῦ Ἡρακλεοπολίτου νομοῦ, οὕστινας καὶ ἐπιζητουμένους ὁτεδήποτε παρὰ τῆς ὑμετέρας ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐπὶ τῷ με τούτους παραγαγεῖν καὶ παραδοῦναι ἐν τῆ δημοσίᾳ εἱρκτῇ ταύτης τῆς πόλεως ἤ ἐν τῷ ὑμετέρῳ ἐνδόξῳ οἴκῳ δίχα οἱασδήποτε κατοχῆς καὶ εὑρεσιλογίας καθὼς καὶ παρείληφον. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος ἐμαυτόν προσκαθιστᾶν τῇ τούτων παραστάσει ἤγουν παρασχεῖν ὑμῖν ὑπὲρ ἑκάστου προσώπου ἀπολείψεως χρυσίου λίτρας τὸ ἥμισυ, γίνονται χρυσίου λίτραι α 𐅵 , κινδύνῳ μου καὶ τῶν ἐμῶν ὑπαρχόντων καὶ ὑπαρξόντων· καὶ τοῦτο ὁμολογῶ ὁ προγεγραμμένος Πλουτίων ἀρχισύμμαχος ἑτοίμως ἔχειν σὺν Θεῷ ἐμοῦ ὑγιαίνοντος καθυπογράψαι εἰς τὴν τοιαύτην ἐγγύην ἀκωλύτως. ἡ ἐγγύη κυρία καὶ ἐπὶ τούτοις πᾶσιν ἐπερωτηθεὶς ὡμολόγησα. Πλουτῖνος ἀρχισύμμαχος τοῦ ὑμετέρου ἐνδόξου οἴκου υἱὸς Ἠλία ὁ προγεγραμμένος πεποίημαι ταύτην τὴν ἐγγύην καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. ἐγὼ Χρῆστος ῥιπάριος τοῦ αὐτοῦ ἐνδόξου οἴκου ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ αὐτὸν ὀφθαλμιῶντα ἐπιτραπεὶς παρ’ αὐτοῦ. di emu… ἐγγύη γεναμένη ὑπὸ Πλουτίνου ἀρχισυμμάχου υἱοῦ Ἠλία ἀφ’ Ἡρακλέους πόλεως ἐγγυωμένου Μακάριον καὶ … καὶ Κερεκῶνα καὶ Ἀβραάμιον πραγματευτὰς ἀπὸ …εινης

---

Documentary Papyri, P.Oxy. 83. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;83.
