# P.Oxy. 86 5565

Documentary Papyri, P.Oxy. 86, P.Oxy. 86 5565. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-86/5565
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-86/5565

ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γοθθικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Πανήμου Παχων …, ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει, ἐπὶ Αὐρηλίου Ἀγαθίνου τοῦ καὶ Ὡριγένους ἀσχολουμένου ὠνὴν ἀγορανομίου. ἐπρίατο Αὐρήλιος Θέων ἀρχιερεὺς βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως υἱὸς Θέωνος ἀγορανομήσαντος τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίας Ῥοδίνης ἀπελευθέρας Εὐδαιμονίδος Σ…ωνος ἀστῆς ὡς ἐτῶν μβ χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ, συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἡρακλᾶ τοῦ καὶ Διογένους υἱοῦ Δ… γενομένου … τῆς αὐτῆς πόλεως μητρὸς Μαξίμας ἀπὸ τῆς αὐτῆς πόλεως καὶ συμβεβαιοῦντος τὴν ἑξῆς δούλην, ἐν ἀγυιᾷ τὴν ὑπάρχουσαν αὐτῇ καταγραφεῖσαν αὐτῇ διὰ τοῦ ἐνθάδε ἀγορανομίου τῷ … ἔτει τῆς Αὐρηλιανοῦ βασιλείας μηνὶ Ἁθυρ ὑπὸ τοῦ γενομένου καὶ μετηλλαχότος αὐτῆς ἀνδρὸς Αὐρηλίου Ὡρίωνος Ἀνικήτου γενομένου γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀνθ’ ὧν κατὰ μέρος ἔσχεν παρ’ αὐτῆς εἰς ἀναγκαίας αὐτοῦ χρείας ἀργυρίου ταλάντων τεσσάρων ὄντων ἀπὸ διαπράσεως γυναικείων αὐτῆς εἰδῶν δούλην ὀνόματι Στρατονίκην ὡς ἔτων κζ ἄσημον, ἥνπερ ἀνακριθεῖσαν ὡς διὰ τοῦ προτέρου χρηματισμοῦ δηλοῦται αὐτόθι παρείληφεν ὁ ὠνούμενος Αὐρήλιος Θέων τὴν δούλην Στρατονίκην οὖσαν ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους τῆς προκειμένης δούλης Στρατονίκης ἀργυρίου Σεβαστοῦ νομίσματος ταλάντων ἑπτὰ καὶ δραχμῶν δισχίλιων ἑπτακοσίων, ἅπερ αὐτόθι ἀπέσχεν ἡ ἀποδομένη Ῥοδίνη παρὰ τοῦ ὠνουμένου Θέωνος ἐκ πλήρους, ἐπακολουθοῦντος τοῦ αὐτοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἡρακλᾶ τοῦ καὶ Διογένους. πωλεῖ καὶ βεβαιοῖ ἡ αὐτὴ ἀποδομένη Ῥοδίνη μετὰ συμβεβαιωτοῦ τοῦ αὐτοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἡρακλᾶ τοῦ καὶ Διογένους τὴν αὐτὴν δούλην Στρατονίκην ὡς πρόκειται. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπηρώτησεν ὁ ὠνούμενος, ὡμολόγησεν ἡ ἀποδομένη Ῥοδίνη καὶ ὁ συμβεβαιωτὴς καὶ ἀνὴρ τῆς ἀποδομένης Ἡρακλᾶς ὁ καὶ Διογένης ἐν ἀγυιᾷ τῇ αὐτῇ. Αὐρηλία Ῥοδίνη ἀπελευθέρα τῆς πατρωνίσσης Εὐδαιμονίδος … παντὶ χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ πέπρακα τὴν προκειμένην δούλην Στρατονίκην καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα ἑπτὰ καὶ δραχμὰς δισχιλίας ἑπτακοσίας πλήρη καὶ βεβαιώσω πάσῃ βεβαιώσει ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος …αι…ων …ιου τοῦ Ἀχιλλέως ἀπὸ τῆς αὐτῆς πόλεως ἔγραψα ὑπὲρ αὐτῆς …. Αὐρήλιος Ἡρακλᾶς ὁ καὶ Διογένης συνέστην τῇ γυναικί μου καὶ ἐπηκολούθηκα τῇ μεταβολῇ τῆς τιμῆς καὶ συμβεβαιῶ πάσῃ βεβαιώσει τὴν δούλην Στρατονίκην ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.

---

Documentary Papyri, P.Oxy. 86. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;86.
