# P.Oxy. 9 1202

Documentary Papyri, P.Oxy. 9, P.Oxy. 9 1202. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-9/1202
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-9/1202

Αὐρηλίωι Σεουήρῳ τῷ κρατίστῳ διαδεχομένῳ τὴν ἐπιστρατηγίαν παρὰ Αὐρηλίου Πτολεμαίου Σεμπρωνίου τοῦ Λουκίου μητρὸς Θαήσιος ἀπʼ Ὀξυρύγχων πόλεως. ἔθους ὄντος ἀφʼ οὗ ηὐτυχήσαμεν ἐκ τῆς τῶν θεῶν Σεουήρου καὶ μεγάλου Ἀντωνίνου δωρεᾶς τοῦ τῶν ἐφήβων ἀγῶνος τοὺς κατὰ καιρὸν τῆς πόλεως ἀμφοδογραμματέας ἐγγίζοντος τοῦ ἑκάστου ἔτους ἀγῶνος ἐπιδοῦναι καὶ προθεῖναι τὴν τῶν ἐφηβεύειν μελλόντων γραφὴν πρὸς τὸ ἕκαστον ἀφʼ οὗ προσήκει καιροῦ τῆς ἐφηβίας ἀντιλαβέσθαι, ἐπεὶ οὖν ὁ νυνὶ τῆς πόλεως ἀμφοδογραμματεὺς Αὐρήλιος Σαραπίων ἐν τῇ ἔναγχος προτεθείσῃ ὑπʼ αὐτοῦ γραφῇ τῶν ἐπʼ ἀγαθοῖς ἐφηβεύειν μελλόντων παρεῖκεν τὸν ἡμέτερον υἱὸν Αὐρήλιον Πολυδεύκην καὶ αὐτὸν μελλοέφηβον καὶ ὄντα ἐκ τοῦ τάγματος τοῦ παρʼ ἡμῖν γυμνασίου προσβάντος εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ κε ἔτει καὶ ἐπικριθέντα κατʼ ἀκολουθίαν τῶν ἐτῶν καὶ τοῦ γένους εἰς τοὺς ἐκ τοῦ γυμνασίου τῷ αὐτῷ κε ἔτει ἴσως ἀγνοήσας, κατὰ τὸ ἀναγκαῖον προσφεύγω σοι ἀξιῶν ἐνταγῆναι καὶ ἐμοῦ τὸν υἱὸν τῇ τῶν ἐφήβων γραφῇ καθʼ ὁμοιότητα τῶν σὺν αὐτῷ ἵνα ὦ βεβοηθημένος, διευτύχει. Αὐρήλιος Πτολεμαῖος ἐπιδέδωκα.

---

Documentary Papyri, P.Oxy. 9. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;9.
