# P.Oxy. 9 1209

Documentary Papyri, P.Oxy. 9, P.Oxy. 9 1209. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-9/1209
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-9/1209

ἔτους … Αὐτοκρατόρων Καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαίου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Δαισίου Φαρμοῦθι ἐν Ὀξυρύγχων πόλει ἐπὶ Αὐρηλίου Ἀντιπάτρου τοῦ καὶ Διονυσίου ἀσχολουμένου ὠνὴν ἀγορανομίου. ἐπρίατο Αὐρήλιος Ἀσκληπιάδης ὁ καὶ Σαρᾶς Σαραπίωνος μητρὸς Λουκίλλης τῆς καὶ Δημητρίας ἀπʼ Ὀξυρύγχων πόλεως ὡς ἐτῶν λβ ἄσημος παρὰ Αὐρηλίου Σερήνου τοῦ καὶ Σαραπίωνος Ἀγαθείνου μητρὸς Ταποσείριος ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν λδ ἀσήμου, ἐν ἀγυιᾷ, τὴν ὑπάρχουσαν αὐτῷ ὠνηθεῖσαν ὑπʼ αὐτοῦ κατὰ χρηματισμὸν γενόμενον διὰ τοῦ αὐτοῦ ἀγορανομίου τῷ δ ἔτει Φιλίππων μηνὶ Φαμενὼθ ἀπὸ τῆς τοῦ ὠνουμένου μητρὸς Αὐρηλίας Λουκίλλης τῆς καὶ Δημητρίας Εὐπόρου τοῦ Διογένους μητρὸς Ταύριος τῆς καὶ Φιλουμένης ἀπὸ τῆς αὐτῆς πόλεως οἰκογενὴν αὐτῆς δούλην ὀνόματι Τερέα ὡς ἐτῶν κα μελίχρουν οὐλὴ …η σὺν ὑποτιτθίῳ αὐτῆς ἀρρενικῷ βρέφει ὀνόματι … ἥνπερ δούλην σὺν τῷ ὑποτιτθίῳ αὐτόθι παρείληφεν ὁ πριάμενος παρὰ τοῦ ἀποδουμένου ταῦτα τοιαῦτα ἀναπόρριφα ἐκτὸς ὄντα ἱερᾶς νόσου καὶ ἐπαφῆς, ἀνακριθείσης τῆς Τερεῦτος ὡς διὰ τοῦ προτέρου χρηματισμοῦ δηλοῦται, τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τῆς αὐτῆς δούλης σὺν τῷ ὑποτιτθίῳ ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς δισχιλίας ἀπέσχεν ὁ ἀποδόμενος Αὐρήλιος Σαραπίων ὁ καὶ Σερῆνος παρὰ τοῦ πριαμένου Αὐρηλίου Ἀσκληπιάδου τοῦ καὶ Σαρᾶ διὰ χειρός. πωλεῖ καὶ βεβαιοῖ ὁ ἀποδόμενος τὴν αὐτὴν δούλην σὺν τῷ ὑποτιτθίῳ… ὀνόματος αὐτοῦ ὡς πρόκειται ἐν ἀγυιᾷ τῇ αὐτῇ, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγενῆσθαι ἐπερώτησεν ὁ ὠνούμενος ὡμολόγησεν ὁ ἀποδόμενος. Αὐρήλιος Ἀσκληπιάδης ὁ καὶ Σαρᾶς ἐπριάμην τὴν δούλην ὡς πρόκειται. Αὐρήλιος Σαραπίων ὁ καὶ Σερῆνος τὴν τιμὴν ἔσχον ὡς πρόκειται …

---

Documentary Papyri, P.Oxy. 9. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;9.
