# P.Oxy. Hels. 35

Documentary Papyri, P.Oxy. Hels., P.Oxy. Hels. 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-hels/35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-hels/35

β κολλήματος τοῦ τόμου γ ἐγδόσιμον ἔτους τεσσαρασκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Καισαρείου …θ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Τνεφερσόις Κορνηλίου τοῦ Σαραπίωνος μητρὸς Δημω…τος μετὰ κυρίου τοῦ πρὸς πατρὸς θείου Δημητρίου Σαραπίωνος τοῦ Δημητρίου μητρὸς Τνεφερσόιτος τῷ γενομένῳ αὐτῆς ἀνδρὶ Χαιρήμονι Θέωνος τοῦ Θέωνος μητρὸς Τελ…ος, πάντες τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν τὴν ὁμολογοῦσαν παρὰ τοῦ Χαιρήμονος ἃς προσηνέγκατο αὐτῷ ἐφʼ ἑαυτῇ ἐν τοῖς ἔμπροσθεν χρόνοις γαμηθείσῃ τῷ Χαιρήμονι ἐν φερνῇ ἀργυρίου δραχμὰς … κοσίας, ἐν αἷς συντίμησις κοσμαρίων καὶ ἱματίων. τὴν δὲ ἀποζυγὴν τοῦ γάμου αὐτόθεν κύριον εἶναι καὶ μὴ ἐνκαλεῖν τῷ αὐτῷ Χαιρήμονι μήτε περὶ τούτων μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας, αὐτόθι δὲ ἐκμαρτυρεῖσθαι τὴν αὐτὴν ὁμολογοῦσαν τὸν γεγονότα αὐτῇ ἐκ τοῦ Χαιρήμονος υἱὸν Χαιρήμονα ὄντα εἰς τὸ ἐνεστὸς τεσσαρασκαιδέκατον ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐτῶν δύο . καὶ αὐτὸς δὲ ὁ Χαιρήμων ὁμολογεῖ ἐν ἀγυιᾷ τῇ αὐτῇ μὴ ἐνκαλεῖν Τνεφερσόιτι μήτε περὶ μηδενὸς τῶν εἰς τὴν συμβίωσιν αὐτῶν τεινόντων μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς αὐτῆς ἐνεστώσης ἡμέρας, συνεκμαρτυρεῖσθαι δὲ τὸν γεγονότα αὐτῷ ἐκ τῆς Τνεφερσόιτος ὡς πρόκειται υἱὸν Χαιρήμονα, ὃν καὶ ἀναθρέψειν καὶ ἱματιεῖν τὸν αὐτὸν πατέρα Χαιρήμονα παρʼ αὐτῷ διαιτώμενον ἄχρι ἡλικίας. ἀπὸ δὲ τοῦ νῦν ἐξεῖναι τῷ τε αὐτῷ Χαιρήμονι καὶ τῇ Τνεφερσόιτι ἑκατέρῳ ἁρμόζεσθαι ᾧ ἐὰν αἱρῆται γάμῳ ἀνευθύνῳ …

---

Documentary Papyri, P.Oxy. Hels.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy.hels.
