# P.Oxy. Hels. 41

Documentary Papyri, P.Oxy. Hels., P.Oxy. Hels. 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-hels/41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-hels/41

ἐμίσθωσεν Αὐρήλιος Διονυσοθέων καὶ ὡς χρηματίζει γυμνασιαρχήσας βουλευτὴς τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Ἁρυώτῃ Φνᾶτος μητρὸς Τανεχώτιδος ἀπὸ τοῦ Μονίμου ἐποικίου εἰς ἔτη τέσσερα ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ περὶ Σκὼ καὶ Μονίμου τὰς προγεωργουμένας ὑπὸ τοῦ αὐτοῦ μεμισθωμένου ἀρούρας εἰκοσιδύο ἐν αἷς τροχὸς σὺν τῇ ἐπικειμένῃ τούτῳ μηχανῇ ἐξηρτισμένῃ πάσῃ ξυλικῇ καταρτίᾳ καὶ σιδηρώσει, ὥστε κατʼ ἔτος σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται χωρὶς ἰσάτεως καὶ ἐχομενίου, ἐκφορίου ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν τεσσεράκοντα πέντε καὶ λαχανοσπέρμου ἀρταβῶν δέκα καὶ ὑπὲρ φόρου μηχανῆς δραχμῶν τριακοσίων . πρὸς δὲ τοὺς τῶν ἐδαφῶν ποτισμοὺς χρήσεται ὁ μεμισθωμένος τῷ προκιμένῳ τροχῷ παρέχων ἑαυτῷ κτήνη, μηχαναρίους καὶ τὰ ἄλλα τὰ ἐνχρῄζοντα πάντα, τῆς τῆς μηχανῆς ἐπισκευῆς καὶ τεκτονικῆς συντάξεως καὶ παραφυλακῆς οὔσης πρὸς τὸν αὐτὸν μεμισθωμένον, ἀκίνδυνα πάντα παντὸς κινδύνου. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν γεοῦχον, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα ἀπολάβῃ. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τὰ κατʼ ἔτος ὀφειλόμενα τῷ Παῦνι μηνί, τὰ δὲ γένη ἐφʼ ἅλῳ τοῦ Μονίμου ἐποικίου ἄδολα ἄβωλα κεκοσκινευμένα ὡς εἰς δημόσια μετρούμενα μέτρῳ τὸν πυρὸν παραλημφθικῷ τοῦ γεούχου, τὸ δὲ λαχανόσπερμον ἐλαιουργικῷ τῶν παρὰ τοῦ γεούχου μετρούντων, καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδότω τὴν μηχανὴν ὑγιῆ οὐκ ἐνλογουμένης τρίψεως ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῶ τὴν ἀξίαν, τῆς πράξεως οὔσης ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Αὐρήλιος Διονυσοθέων …

---

Documentary Papyri, P.Oxy. Hels.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy.hels.
