# P.Panop. Beatty 1.12.323-1.13.346

Documentary Papyri, P.Panop. Beatty, 1.12.323 to 1.13.346. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/1.12.323
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/1.12.323

κρέως τοπαρχίας Φενεβύθεως ἀπαιτηταὶ καὶ ἀποδέκται Ἱερακίων δεύτερος Ἑρμείνου τοῦ καὶ Ἱερακίωνος καὶ Θεαγένης Θεοδώρου πρεσβυτέρου τοῦ Ἱερακίωνος τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. σεσημείωμαι. κριθῆς τοπαρχίας Πακέρκη Ψινάβλα ἀπαιτηταὶ καὶ διαδόται Πετετρῖφις Βησᾶ Ἱέρακος καὶ Διονύσιος Τριαδέλφου Φιλοξένου τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. σεσημείωμαι. κριθῆς μέσης τοπαρχίας ἀπΑιΤΗταὶ Ἀριστώνεικος Ἀνουβᾶ καὶ Ἑρμεῖνος Ἀπόλλωνος Ἑρμείνου τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. σεσημείωμαι. ἀχύρου μέσης τοπαρχίας ἀπαιτηταὶ Πλούταρχος Σαραπίωνος καὶ Ἰσίδωρος Θέωνος τοῦ καὶ Φιλοπάτωρος τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. σεσημείωμαι. κριθῆς τοπαρχίας μητροπόλεως καὶ Ἀραβείας ἀπαιτηταὶ Ἀπολλώνιος ὁ καὶ Θεώγνωστος καὶ Ἑρμεῖνος Βησᾶ Τριαδέλφου καὶ Βησαρίων Ἥρωνος . Βησᾶ καὶ Σαραπάμμων Ἀρείου τοῦ καὶ Θεωνᾶ τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. σεσημείωμαι. κριθῆς τοπαρχίας μητροπόλεως διαδόται καὶ ἀποδέκται Πανῦς Ἁρποκρᾶ καὶ Πάνισκος ὁ καὶ Ἑλλάδιος Πανίσκου τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. σεσημείωμαι. ἀχύρου μέσης τοπαρχίας διαδόται καὶ ἀποδέκται Ποτάμων Ὡρίωνος Ταυρίνου καὶ Ἁρποκρατίων Σαραπίωνος τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ. σεσημείωμαι. προέδρῳ. εἰς τὴν εὐτυχῶς ἐσομένην ἐπιδημίαν τοῦ δεσπότου ἡμῶν αὐτοκράτορος Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ ἀναγκαῖόν ἐστιν εὐτρεπισθῆναι καὶ τὸ ἕτερον μέγα ἀρτοκοπεῖον τὸ παραπλήσιον τοῦ θεάτρου ὑπὲρ τοῦ τὰς στρατιωτικὰς κγ ἀννώνας συνεχῶς γενέσθαι. τῆς οὖν χρείας ἤδη κατεπειγούσης ἠπείχθην ἐπιστεῖλαι ὑμῖν ὅπως κατὰ τὸ ἔθος τὸν ἐπείκτην τὸν μετὰ πάσης ἐπιεικείας τὴν τοῦ ἀρτοκοπείου ἐπισκευὴν ποιησόμενον ἀλλὰ καὶ τῶν ἀρτοκόπων τῶν μελλόντων ἐκεῖ ἐργάζεσθαι προνοησόμενον ἑλέσθαι ὑπὲρ τοῦ ἐκ παντὸς τρόπου τοὺς γενναιοτάτους στρατιώτας ἀμέμπτως συστάταις μητροπόλεως. ὑπὲρ τοῦ μηδὲν ἐμπόδιον γενέσθαι τῶν ζητουμένων ὑπὸ Ἀμμωνίου τοῦ καὶ Ἀμπελίου κατὰ τὰ διαφέροντα τῷ ἱερωτάτῳ ταμείῳ ἀκολούθως τοῖς γραφεῖσι ὑπὸ Πομπονίου Δόμνου τοῦ διασημοτάτου μαγίστρου πριουάτης ἀναγκαῖόν ἐστιν τέσσερας ὑπηρέτας τῷ προκειμένῳ δοθῆναι τοὺς ὑπηρετησομένους τῇ χρείᾳ. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κβ. σεσημείωμαι. νυκτοστρατήγοις. ὁ κύριός μου διασημότατος ἡγούμενος τῆς Θηβαίδος Ἰούλιος Ἀθηνόδωρος διʼ ὧν ἔγραψεν ἐμοί τε καὶ ἄρχουσι καὶ προέδρῳ τῶν αὐτόθι ἐκέλευσεν πάντας τούς τε ἐνταῦθα καὶ ἐν τῷ νομῷ τεχνίτας καὶ εἰδήμονας πρὸς ἐργασίαν περικεφαλαίων καὶ λωρίκων καὶ κνημίδων πανταχόθεν ἀναζητηθῆναι καὶ ἀποσταλῆναι πρὸς τὸ μεγαλεῖον αὐτοῦ. κατὰ τὸ ἀναγκαῖον ἠπείχθην ἐπιστεῖλαι ὑμῖν ὅπως μεμνημένοι τοῦ ἑαυτῶν κινδύνου πανταχόθεν ἀναζητῆσαι τοὺς ἐν τῇ πόλει καὶ εὑρόντες παρενεγκεῖν ἐν τῷ δημοσίῳ λογιστηρίῳ πεμφθησομένους πρὸς τὸ μεγαλεῖον αὐτοῦ ὡς ἐκέλευσεν. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κγ. σεσημείωμαι.

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
