# P.Panop. Beatty 1.14.364-379

Documentary Papyri, P.Panop. Beatty, 1.14.364 to 1.14.379. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/1.14.364
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/1.14.364

βουλῇ. Οὐαλέριος Μέλας ὁ κράτιστος ἐπίτροπος πριουάτης Θηβαίδος διʼ ὧν ἐπέθηκεν πρός με γραμμάτων ἐκέλευσεν ἅμα τοῖς προοῦσι προνοηταῖς οὐσιῶν ταμιακῶν ἑτέρους τέσσαρας κατασταθῆναι ὑπὲρ τοῦ μηδὲν παραπόλλυσθαι τῶν καρπῶν τῶν περιγενομένων ἀπὸ τοῦ οὐσίων. κατὰ τὸ ἀναγκαῖον ἠπείχθην ἐπιστεῖλαι ὑμῖν ὅπως τοῖς κελευσθεῖσι ἁρμόσησθε καὶ τὴν τῶν προκειμένων τεσσάρων ἀνδρῶν ὀνομασίαν ποιήσησθε τοὺς δυνατῶς ἔχοντας οὐσίᾳ καὶ δυνάμει ὡς ἐκελεύσθη. ἔτους ιε καὶ ἔτους ιδ καὶ ζ ἔτους, Θὼθ κϛ. σεσημείωμαι. Μέλανι ἐπιτρόπῳ πριουάτης. ἀκολούθως τοῖς ἐπισταλεῖσί μοι ὑπὸ τῆς σῆς ἐπιεικείας, κύριέ μου, περὶ τοῦ ἑτέρους τέσσαρας ἄνδρας ἐπιτηδείους καὶ ἀξιοχρέους συνκατασταθῆναι ἅμα τοῖς προοῦσι προνοηταῖς ταμιακῶν οὐσιῶν ἐπέστειλα τῇ κρατίστῃ βουλῇ διὰ Αὐρηλίου Πλουτογένους ἐνάρχου προέδρου ἀκόλουθα πρᾶξαι. τοῖς προσταχθεῖσι ὑπὸ σοῦ τοῦ ἐμοῦ κυρίου. οἱ δὲ ἀντεπέστειλαν κεκελεῦσθαι ὑπὸ τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγουμένου τῆς Θηβαίδος Ἰουλίου Ἀθηνοδώρου μηδένα βουλευτικοῦ ἀξιώματος ἐπειλημμένον ὑπάγεσθαι ταμιακῇ φροντίδι. αὐτῶν οὖν τῶν ἐπισταλέντων μοι ὑπʼ αὐτῶν ἀντίγραφον ἐντάξας ἀναφέρω πρὸς τὴν σὴν περὶ πάντα κηδεμονίαν. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κϛ. σεσημείωμαι. …ώνῳ τῷ καὶ Ἱέρακι συνδικήσαντι. ἡ κρατίστη βουλὴ διʼ Αὐρηλίου Πλουτογένους ἐνάρχου προέδρου διʼ ὧν μοι ἐπέστειλεν ἐδήλωσεν ᾑρῆσθαί σε εἰς ἔπειξιν τῆς ἐπισκευῆς τοῦ μεγάλου ἀρτοκοπείου τοῦ ὄντος πρὸς τῷ θεάτρῳ καὶ τῆς προνοίας τῶν ἐκεῖ μελλόντων ἐργάζεσθαι ἀρτοκόπων καθʼ ὃ καὶ πέρυσι τοῦτο τὸ φρόντισμα ἐνεχειρίσθη σοι. διὸ ἠπείχθην ἐπιστεῖλαί σοι ὅπως τούτων πάντων πρόνοιαν ποιήσῃ πρὸς τὸ ἐκτενῶς τὴν τοῦ ἄρτου εὐθενίαν τοῖς γενναιοτάτοις στρατιώταις γενέσθαι. ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους, Θὼθ κϛ. σεσημείωμαι. Βησᾷ χειριστῇ πολιτικῶν χρημάτων. ἐπιστολὴν μίαν γραφεῖσάν σοι ὑπὸ τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγουμένου τῆς Θηβαίδος Ἰουλίου Ἀθηνοδώρου περὶ τοῦ τὴν τιμὴν τοῦ ἐπιβάλλοντος μέρους τρίτου τῇ πόλει βυρσῶν ἐξοδιάσαι διεπεμψάμην σοι διὰ Λέοντος ὑπηρέτου, ἥνπερ κομισάμενος εὖ ποιήσεις ἀντιγράψας μοι. ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους, Θὼθ κϛ. σεσημείωμαι.

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
