# P.Panop. Beatty 1.8.201-216

Documentary Papyri, P.Panop. Beatty, 1.8.201 to 1.8.216. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/1.8.201
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/1.8.201

ἔστι δὲ καὶ τῶν ὑπηρετῶν τὰ ὀνόματα· Βησᾶς Κῦλις Πασνὸς Ψενπτοῦθις. Θεοδότῳ βιβλιοφύλακι. τίνα ἐπέστειλεν Αὐρήλιος Ἀμμώνιος ὁ καὶ Ἀμπέλιος κράτιστος περὶ βιβλίων διαφερόντων πασσαλιωτικοῖς προσώποις ἐντάξας ἐπιστέλλω ἵνʼ εἰδέναι ἔχοις καὶ ἐκ παντὸς τρόπου ὑπὲρ λυσιτελείας τοῦ ἱερωτάτου ταμείου τὰ παρὰ σοὶ βιβλία διαφέροντα τοῖς αὐτοῖς προσώποις φανερὰ τῇ ἐπιεικείᾳ αὐτοῦ καταστήσῃς. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. παράγγελμα. πάραυτα μετὰ τὸ κεκομίσθαι με τὰ γράμματα ὑπὸ τοῦ κυρίου μου τοῦ διασημοτάτου μαγίστρου τῆς πριουάτης Πομπωνίου Δόμνου διʼ ὧν ᾔτησεν τὸν ἐν ταῖς καταλήμψεσι τῶν κατελθόντων εἰς τὸ ταμεῖον ὑπαρχόντων οἶνον καὶ τὸν ἀπὸ τῆς τρύγης περιγενόμενον ἀκολούθως δημοσίᾳ παρήγγειλα ἵνʼ ἕκαστος τῶν γραμματέων τῶν ταμιακῶν οὐσιῶν τὸ μέτρον τὸ παραποκείμενον καὶ τὸ νῦν περιγενόμενον ἀπὸ τῆς τρύγης φανερὸν καταστῆσαι τῇ τάξει. ἀλλὰ ἐπεὶ μέχρι τοῦ δεῦρο οὐδεὶς προσῆλθεν ἐκ τῶν οὐσιῶν, ἀναγκαίως ἐντάξας εἰς δεύτερον τὰ γραφέντα ὑπὸ τοῦ μεγαλείου αὐτοῦ παραγγέλλω ἅπασι τοῖς γραμματεῦσι καὶ τοῖς χειρισταῖς ἤτοι πραγματευταῖς τῶν αὐτῶν οὐσιῶν ἐντὸς τριῶν ἡμερῶν τὴν τοῦ προκειμένου οἶνου τὴν ποσότητα ἐγγράφως δηλῶσαι, εἰδόσι ὅτι ἂν μὴ καὶ νῦν πειθαρχήσουσι τοῖς κελευσθεῖσι, οὐκ ὀκνήσω νε…. τῶν προτεθεν… φανερὰ καταστῆσαι τῷ κυρίῳ μου τῷ διασημοτάτῳ μαγίστρῳ τῆς πριουάτης. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι. νυκτοστρατήγοις. διʼ ὧν ἐπέθηκε πρός με γραμμάτων ὁ κύριός μου ὁ διασημότατος ἡγούμενος τῆς Θηβαίδος Ἰούλιος Ἀθηνόδωρος ἐκέλευσεν ἐκ παντὸς τρόπου ἀναζητηθῆναι Νῖλον χαλκέα ἀπὸ τῆς Ἑρμωνθιτῶν πόλεως, ἀναγκαῖον ὄντα πρὸς τὴν τῆς φαβρίκος ἐργασίαν, καὶ παρασταθῆναι καὶ παραπεμφθῆναι μετὰ τῶν ἐργαλείων πρὸς τὸ μεγαλεῖον αὐτοῦ. κατὰ τὸ ἀναγκαῖον ἠπίχθην ἐπιστεῖλαι ὑμῖν ὅπως τοῦτον ἀνευρόντες παραστήσητε· ἵνα μὴ ἀμελήσαντες κινδύνῳ ὑποστήσηται. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι.

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
