# P.Panop. Beatty 2.2.36-50

Documentary Papyri, P.Panop. Beatty, 2.2.36 to 2.2.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/2.2.36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/2.2.36

ἄλλης κομισθείσης διὰ τοῦ ἐγγεγραμμένου, Μεχεὶρ ιδ. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ καὶ ἀποδέκταις χρημάτων Πανοπολίτου χαίρειν. τοῖς ὑπὸ Βησᾶν δεκάδαρχον ἱππεῦσιν εἴλης πρώτης Ἰβηρῶν διακειμένοις ἐν Θμόω φροντίσατε ἐξοδιάσαι ὑπὲρ στιπενδίου καλανδῶν Ἰανουαρίων τῆς εὐτυχεστάτης ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ γ δηναρίων μυριάδας ἑπτὰ καὶ τρισχιλίας πεντακοσίας ἀττικάς. καὶ ὑπὲρ τιμῆς ἀννώνης ὀφειλομένης αὐτοῖς μηνῶν τεσσάρων ἀπὸ καλανδῶν Σεπτεμβρίων εἰς τὴν πρὸ μιᾶς καλανδῶν Ἰανουαρίων τῆς εὐτυχεστάτης ἑβδόμης καὶ ϛ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν δηναρίων μυριάδας δύο καὶ τρισχιλίας ἑξακοσίας ἀττικάς, ὁμοῦ τὰς συναγομένας δηναρίων μυριάδας ἐννέα καὶ ἑπτακισχιλίας ἑκατὸν ἀττικὰς καὶ ταύτας παραδοῦναι Πανίσκῳ δεκαδάρχῳ ὀπινιάτορι καὶ ἄποχα τὰ συνήθη ἐπὶ τῇ ἀπαριθμήσει δέξασθαι παρʼ αὐτοῦ γράμματα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ δ. ἄλλων δύο κομισθεισῶν ἀπὸ διαπομπῆς στρατηγοῦ Ἀνταιοπολίτου, Μεχεὶρ ιε. α. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγοῖς τῆς ἐπιτροπῆς χαίρειν. τῶν ἀποστελλομένων ἐν Συήνῃ πλοίων δημοσίων δέκα διὰ τὴν τῶν κιόνων κατακομιδὴν οὐχ ὑποδεξαμένων πάντας καὶ τῆς κατακομιδῆς ἀναγκαιοτάτης οὔσης ἐδέησεν καὶ ἕτερα ἀποσταλῆναι ἵνα τοὺς λοιποὺς ὑποδεξάμενα κατακομίσειεν ἐπὶ τὴν Ἀλεξάνδρειαν· ἅπερ εἰ μὴ τύχοι βοηθείας ἱκανῆς τῶν ἀνέμων επ…ν τυγχανόντων τὸν καιρὸν παραδραμεῖται καθʼ ὃν δεήσει εἰς τὴν Ἀλεξάνδρειαν τοὺς κίονας κατακομισθῆναι, καὶ τῆς ὑπονοστήσεως τῶν ὑδάτων μάλιστα ὁσημέραι αὐξανομένης. φροντισάτω οὖν ἕκαστος ὑμῶν, ἀφορῶν τὸ ἀπαραίτητον τῆς χρείας, τὴν ἑαυτοῦ προθυμίαν ἐνδείξασθαι, καὶ ἀνιόντα τὰ πλοῖα, ὁπότε μὴ ἀνάγοιτο ὑπὸ τῶν ἀνέμων, διά τε τῶν ναυτῶν καὶ ἐνοικούντων τὰς ἐπινείους κώμας ἀνδρῶν αὐτὸς ἐπιστὰς τὰ πλοῖα ἀνάξαι, καὶ τῷ πλησίον στρατηγῷ παραδοῦναι, ἀποχάς τε ἕκαστος καὶ δοῦναι ὁπότε τὰ πλοῖα παραγένοιτο ἐν τοῖς τοῦ νομοῦ ὅροις, λαβεῖν τε τὰ ἴσα ἐπὶ τῇ παραδόσει. καὶ ταύτην τὴν γνῶσιν ἔτι μὴν καὶ ἀντίγραφα τῶν ἐκδοθησομένων καὶ ἐκδοθεισῶν ἀποχῶν ὑποτάξας γράφω ἵνα δύνηται ἑκάστου τὸ πρόθυμον περὶ τὸ θεῖον πρόσταγμα σαφέστερον γνωσθῆναι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ β.

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
