# P.Panop. Beatty 2.2.51-2.3.65

Documentary Papyri, P.Panop. Beatty, 2.2.51 to 2.3.65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-panop-beatty/2.2.51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-panop-beatty/2.2.51

τῆς λοιπῆς. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγοῖς τῆς ἐπιτροπῆς χαίρειν. τὰ εἰς μηνιαῖον Μεχεὶρ καταβεβλημένα ταῖς τραπέζαις χρήματα ἀνέπαφα κείμενα καὶ ἐν ἰδίᾳ τάξει ὑπὸ σήμαντρα ποιήσασθαι αὐτῆς ὥρας ἅμα τῷ δέξασθαι τὰ παρʼ ἐμοῦ γράμματα διʼ ἐπιμελείας ὑμῖν ἔστω κατὰ τὸ θεῖον πρόσταγμα περὶ τῆς εξο …ραν ποσότητα δια…ωσητε ου… τὸ παράπαν ὑπέρθεσις … ὑπὸ τῶν ἀπαιτητῶν τὴν καταβολὴν ταχεῖαν γενέσθαι εἴσω ὀλιγίστων ἡμερῶν προνοήσασθε ὡς καὶ ἐκείνων ὑμῶν τε κίνδυνον ὑποστησομένων. πλείστων γὰρ ὀπινιατόρων ἀφείξεσθαι … δωνατίουων καὶ στιπενδίων τὰ ὑπὸ τοῦ κυρίου μου Δόμνου τοῦ διασημοτάτου καθολικοῦ γραφέντα δηλα…αυτων τὴν γνῶσιν καὶ τοῖς τραπεζίταις παραγγέλλετε ἵνʼ ἑκάτερον μέρος τὸ ἑαυτῷ διαφέρον πράττῃ μετὰ τῆς προσηκούσης προνοίας. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ γ. κεχρόνισται Μεχείρ ἄλλης κομισθείσης διὰ τοῦ ἐγγεγραμμένου, Μεχεὶρ ιϛ. ΑὐρήλιοσἸσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ καὶ ἀποδέκταις χρημάτων Πανοπολίτου χαίρειν. τοῖς ἀναφερομένοις τῇ τάξει τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγουμένου τῆς Θηβαίδος Ἰουλίου Ἀθηνοδώρου στρατιώταις ἀπὸ λεγεῶνος τρίτης Διοκλητιανῆς φροντίσατε ἐξοδιάσαι ὑπὲρ στιπενδίου καλανδῶν Ἰανουαρίων τῆς εὐτυχῶς ἐσομένης ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ τρίτον δηναρίων μυριάδας τριάκοντα τέσσαρας καὶ τρισχιλίας τριακοσίας ἀττικάς, καὶ ταύτας παραδοῦναι Διοσκόρῳ ἑκατοντάρχῳ ὀρδινάτῳ, καὶ ἄποχα τὰ συνήθη ἐπὶ τῇ ἀπαριθμήσει δέξασθαι παρʼ αὐτοῦ γράμματα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ δ. κεχρόνισται Μεχείρ ἄλλων γ ἀναδοθεισῶν ὑπὸ τῆς τάξεως, Μεχεὶρ ιη. α. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. ὁποία ἡ τάξις ἐπεσημήνατο περὶ τοῦ μηδέπω μηδὲ ἄχρι νῦν τοὺς μηνιαίους λόγους τοῦ Τῦβι μηνὸς ἀπεστάλθαι ὑπὸ σοῦ εἰς τὴν τάξιν μαθὼν ἐκ τῶν ὑποτεταγμένων τὸ μὲν ὁρισθὲν ἐπιτίμιον αὐτός τε καταβαλεῖν ἀπαιτῆσαι δὲ καὶ τὸν τῆς ὑπὸ σὲ τάξεως βοηθόν, καὶ ἀνένεγκε τοῖς λογισμοῖς τοῦ ἱερωτάτου ταμείου φρόντισον, τούς τε λόγους εὐθέως ἀπόστειλον ἵνα τὰ πάντα δημόσια βιβλία μὴ ἐνεδρεύοιτο ἐπὶ πλέον διὰ τὴν σὴν ῥαθυμίαν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ ιγ. ἀντίγραφον ἀναφορᾶς ταβουλαρίου. τῆς προθεσμίας τῶν μηνιαίων λόγων τῶν ἀποστελλομένων εἰς τὴν τάξιν τῆς ἐπιτροπῆς ἐπὶ πολὺ ἐξηκούσης, τῶν μὲν ἄλλων στρατηγῶν ἐμπροθέσμως ἀποστειλάντων, Ἀπολιναρίου δὲ τοῦ τοῦ Πανοπολίτου καὶ Δημητρίου τοῦ τοῦ …ίτου ἄχρι δεῦρο τοὺς μηνιαίους λόγους τοῦ Τῦβι μηνὸς μὴ ἀποστειλάντων, ἀνάγκην ἔσχον ὑπομνῆσαι

---

Documentary Papyri, P.Panop. Beatty. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.panop.beatty.
